See Hebrew/Greek in BSB →
Jesus Handed Over to Pontius Pilate
27Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροιτοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν·2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαναὐτὸνΠοντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.Judas Hangs Himself
3Τότε ἰδὼν Ἰούδας ὁπαραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶςἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶτοῖς πρεσβυτέροις,4λέγων, Ἥμαρτον παραδοὺς αἷμαἀθῷον. Οἱ δὲεἶπον, Τί πρὸς ἡμᾶς; Σὺὄψει.5Καὶ ῥίψας τὰ ἀργύριαἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο.6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύριαεἶπον, Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.7Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις.8Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος, ἕως τῆς σήμερον.9Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ·10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.Jesus Faces Pilate
11Ὁ δὲ Ἰησοῦςἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμών, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφηαὐτῷ,Σὺ λέγεις.12Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶτῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.13Τότε λέγει αὐτῷ ὁΠιλάτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;14Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.The Crowd Calls For Jesus' Crucifixion
15Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.16Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενονΒαραββᾶν.17Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁΠιλάτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν;Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;18ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, λέγουσα, Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.21Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲεἶπον,Βαραββᾶν.22Λέγει αὐτοῖς ὁΠιλάτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιναὐτῷ πάντες, Σταυρωθήτω.23Ὁ δὲἡγεμὼν ἔφη, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες, Σταυρωθήτω.24Ἰδὼν δὲ ὁΠιλάτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖραςἀπέναντι τοῦ ὄχλου, λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματοςτοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.25Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.26Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.The Soldiers Mock Jesus
27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν·28καὶ ἐκδύσαντες αὐτόν,περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην.29Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶτὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμονἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦἐνέπαιζον αὐτῷ, λέγοντες, Χαῖρε,ὁ βασιλεὺς τῶν Ἰουδαίων·30καὶ ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.31Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.The Crucifixion
32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ,ὅ ἐστιλεγόμενος Κρανίου Τόπος,34ἔδωκαν αὐτῷ πιεῖνὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκἤθελε πιεῖν.35Σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ,βάλλοντεςκλῆρον.36Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.37Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.39Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν,κινοῦντες τὰς κεφαλὰς αὐτῶν,40καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ,κατάβηθι ἀπὸ τοῦ σταυροῦ.41Ὁμοίωςδὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρωνκαὶ Φαρισαίων ἔλεγον,42Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶπιστεύσομενἐπ᾽ αὐτῷ.43Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦναὐτόν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.44Τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱσυσταυρωθέντεςαὐτῷ ὠνείδιζοναὐτόν.The Death of Jesus
45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥραςἐνάτης.46Περὶ δὲ τὴνἐνάτην ὥρανἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων,Ἠλί, Ἠλί,λιμὰσαβαχθανί;Τοῦτ᾽ ἔστι,Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;47Τινὲς δὲ τῶν ἐκεῖἑστώτων ἀκούσαντες ἔλεγον ὅτιἨλίαν φωνεῖ οὗτος.48Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν.49Οἱ δὲ λοιποὶἔλεγον, Ἄφες, ἴδωμεν εἰ ἔρχεταιἨλίας σώσωναὐτόν.50Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.51Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθηεἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν·52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίωνἠγέρθη·53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς.54Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰγενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.55Ἦσαν δὲ ἐκεῖγυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ,56ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶἸωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.The Burial of Jesus
57Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸςἐμαθήτευσε τῷ Ἰησοῦ·58οὗτος προσελθὼν τῷΠιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁΠιλάτος ἐκέλευσεν ἀποδοθῆναιτὸ σῶμα.59Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸσινδόνι καθαρᾷ,60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν.61Ἦν δὲ ἐκεῖΜαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.The Guard at the Tomb
62Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸςΠιλάτον,63λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.64Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας· μήποτε ἐλθόντες οἱ μαθηταὶαὐτοῦνυκτὸς κλέψωσιν αὐτόν, καὶ εἴπωσι τῷλαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.65Ἔφηδὲ αὐτοῖς ὁΠιλάτος, Ἔχετε κουστωδίαν· ὑπάγετε, ἀσφαλίσασθε ὡς οἴδατε.66Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.