See Hebrew/Greek in BSB →
Jesus Predicts the Destruction of the Temple
24Καὶ ἐξελθὼν ὁ Ἰησοῦςἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶπροσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.2Ὁ δὲἸησοῦς εἶπεν αὐτοῖς,Οὐ βλέπετεπάντα ταῦτα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃςοὐ καταλυθήσεται.Signs of the End of the Age
3Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες,Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶτῆς συντελείας τοῦ αἰῶνος;4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.5Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσι.6Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρπάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶ τὸ τέλος.7Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶκαὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους.8Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.9Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.10Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους.11Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς.12Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν·13ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.14Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος.The Great Tribulation
15Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου,ἑστὼς ἐν τόπῳ ἁγίῳ—ὁ ἀναγινώσκων νοείτω—16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσανἐπὶ τὰ ὄρη·17ὁ ἐπὶ τοῦ δώματος μὴκαταβαινέτω ἆραιτὰ ἐκ τῆς οἰκίας αὐτοῦ·18καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραιτὰ ἱμάτια αὐτοῦ.19Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.20Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲσαββάτῳ.21Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾽ οὐ μὴ γένηται.22Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.23Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ Χριστός, ἢ ὧδε, μὴ πιστεύσητε.24Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστεπλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.25Ἰδού, προείρηκα ὑμῖν.26Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε.27Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσταικαὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.28Ὅπουγὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.The Coming of the Son of Man
29Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.30Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐντῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.31Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγοςφωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕωςἄκρων αὐτῶν.The Lesson of the Fig Tree
32Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ,γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·33οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητεταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.34Ἀμὴν λέγωὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται.35Ὁ οὐρανὸς καὶ ἡ γῆπαρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.Be Ready
36Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶνοὐρανῶν, εἰ μὴ ὁ πατήρμου μόνος.37Ὥσπερδὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσταικαὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.38Ὥσπερ γὰρ ἦσαν ἐν ταῖςἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν,39καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσταικαὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.40Τότεδύο ἔσονται ἐν τῷ ἀγρῷ·ὁ εἷς παραλαμβάνεται, καὶὁ εἷς ἀφίεται.41Δύο ἀλήθουσαι ἐν τῷμύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται.42Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.43Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασεδιορυγῆναι τὴν οἰκίαν αὐτοῦ.44Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι ᾗὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.45Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριοςαὐτοῦ ἐπὶ τῆςθεραπείας αὐτοῦ, τοῦδιδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;46Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσειποιοῦντα οὕτως.47Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.48Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζειὁ κύριός μουἐλθεῖν,49καὶ ἄρξηται τύπτειν τοὺςσυνδούλους,ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων,50ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,51καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.