Matthew 11 — TCG See Hebrew/Greek in BSB → 11Verse 1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.Messengers from John the BaptistVerse 2Ὁ δὲ+Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας+δύο τῶν μαθητῶν αὐτοῦ,Verse 3εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;Verse 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Πορευθέντες ἀπαγγείλατε+Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·Verse 5τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι,+νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται·Verse 6καὶ μακάριός ἐστιν, ὃς+ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.Verse 7Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ+Ἰωάννου,Τί+ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;Verse 8Ἀλλὰ τί+ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς+ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν+βασιλείων+εἰσίν.Verse 9Ἀλλὰ τί+ἐξήλθετε+ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.Verse 10Οὗτος+γάρ ἐστι περὶ οὗ γέγραπται,Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.Verse 11Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων+Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.Verse 12Ἀπὸ δὲ τῶν ἡμερῶν+Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.Verse 13Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως+Ἰωάννου+προεφήτευσαν·Verse 14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν+Ἠλίας ὁ μέλλων ἔρχεσθαι.Verse 15Ὁ ἔχων ὦτα+ἀκούειν ἀκουέτω.Verse 16Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ+παιδίοις+ἐν ἀγοραῖς καθημένοις,+καὶ προσφωνοῦσι τοῖς+ἑταίροις αὐτῶν,Verse 17+καὶ λέγουσιν,Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε·ἐθρηνήσαμεν+ὑμῖν, καὶ οὐκ ἐκόψασθε.Verse 18Ἦλθε γὰρ+Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, Δαιμόνιον ἔχει.Verse 19Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν+τέκνων αὐτῆς.Woe to the UnrepentantVerse 20Τότε+ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.Verse 21Οὐαί σοι,+Χοραζίν, οὐαί σοι,+Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι+ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ+σποδῷ μετενόησαν.Verse 22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν.Verse 23Καὶ σύ,+Καπερναούμ,+ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου+καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις+ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί,+ἔμειναν ἂν μέχρι τῆς σήμερον.Verse 24Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.Come to Me, and I Will Give You RestVerse 25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν,Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι+ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.Verse 26Ναί, ὁ πατήρ, ὅτι οὕτως+ἐγένετο εὐδοκία ἔμπροσθέν σου.Verse 27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.Verse 28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.Verse 29Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι+πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.Verse 30Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Chapter 10 Chapter 12
Matthew 11 — TCG
See Hebrew/Greek in BSB →
Messengers from John the Baptist
Verse 2Ὁ δὲ+Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας+δύο τῶν μαθητῶν αὐτοῦ,Verse 3εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;Verse 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Πορευθέντες ἀπαγγείλατε+Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·Verse 5τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι,+νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται·Verse 6καὶ μακάριός ἐστιν, ὃς+ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.Verse 7Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ+Ἰωάννου,Τί+ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;Verse 8Ἀλλὰ τί+ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς+ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν+βασιλείων+εἰσίν.Verse 9Ἀλλὰ τί+ἐξήλθετε+ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.Verse 10Οὗτος+γάρ ἐστι περὶ οὗ γέγραπται,Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.Verse 11Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων+Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.Verse 12Ἀπὸ δὲ τῶν ἡμερῶν+Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.Verse 13Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως+Ἰωάννου+προεφήτευσαν·Verse 14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν+Ἠλίας ὁ μέλλων ἔρχεσθαι.Verse 15Ὁ ἔχων ὦτα+ἀκούειν ἀκουέτω.Verse 16Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ+παιδίοις+ἐν ἀγοραῖς καθημένοις,+καὶ προσφωνοῦσι τοῖς+ἑταίροις αὐτῶν,Verse 17+καὶ λέγουσιν,
Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε·
ἐθρηνήσαμεν+ὑμῖν, καὶ οὐκ ἐκόψασθε.Verse 18Ἦλθε γὰρ+Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, Δαιμόνιον ἔχει.Verse 19Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν+τέκνων αὐτῆς.
Woe to the Unrepentant
Verse 20Τότε+ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.Verse 21Οὐαί σοι,+Χοραζίν, οὐαί σοι,+Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι+ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ+σποδῷ μετενόησαν.Verse 22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν.Verse 23Καὶ σύ,+Καπερναούμ,+ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου+καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις+ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί,+ἔμειναν ἂν μέχρι τῆς σήμερον.Verse 24Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.Come to Me, and I Will Give You Rest
Verse 25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν,Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι+ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.Verse 26Ναί, ὁ πατήρ, ὅτι οὕτως+ἐγένετο εὐδοκία ἔμπροσθέν σου.Verse 27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.Verse 28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.Verse 29Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι+πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.Verse 30Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.