See Hebrew/Greek in BSB →
Jesus Handed Over to Pontius Pilate
15Verse 1Καὶεὐθέωςἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαντῷΠιλάτῳ.Verse 2Καὶ ἐπηρώτησεν αὐτὸν ὁΠιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶςεἶπεν αὐτῷ,Σὺ λέγεις.Verse 3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖςπολλά·Verse 4ὁ δὲΠιλάτος πάλινἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σουκαταμαρτυροῦσιν.Verse 5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸνΠιλάτον.The Crowd Calls For Jesus' Crucifixion
Verse 6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον,ὅνπερ ᾐτοῦντο.Verse 7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶνσυστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.Verse 8Καὶἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼςἀεὶ ἐποίει αὐτοῖς.Verse 9Ὁ δὲΠιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;Verse 10Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.Verse 11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.Verse 12Ὁ δὲΠιλάτοςἀποκριθεὶς πάλινεἶπεν αὐτοῖς, Τί οὖνθέλετε ποιήσω ὃν λέγετεβασιλέα τῶν Ἰουδαίων;Verse 13Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.Verse 14Ὁ δὲΠιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρκακὸν ἐποίησεν; Οἱ δὲπερισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν.Verse 15Ὁ δὲΠιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.The Soldiers Mock Jesus
Verse 16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶσυγκαλοῦσιν ὅλην τὴν σπεῖραν.Verse 17Καὶἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,Verse 18καὶ ἤρξαντο ἀσπάζεσθαιαὐτόν, Χαῖρε,ὁ βασιλεὺς τῶν Ἰουδαίων·Verse 19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.Verse 20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτιατὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.The Crucifixion
Verse 21Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.Verse 22Καὶ φέρουσιν αὐτὸν ἐπὶΓολγοθᾶ τόπον, ὅ ἐστιμεθερμηνευόμενον Κρανίου Τόπος.Verse 23Καὶ ἐδίδουν αὐτῷπιεῖν ἐσμυρνισμένον οἶνον·ὁ δὲ οὐκ ἔλαβε.Verse 24Καὶσταυρώσαντες αὐτόν,διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ.Verse 25Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.Verse 26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων.Verse 27Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.Verse 28Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.Verse 29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν,κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶἐν τρισὶν ἡμέραις οἰκοδομῶν,Verse 30σῶσον σεαυτόν,καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.Verse 31Ὁμοίωςκαὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.Verse 32Ὁ Χριστὸς ὁ βασιλεὺςτοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεναὐτῷ. Καὶ οἱ συνεσταυρωμένοιαὐτῷ ὠνείδιζον αὐτόν.The Death of Jesus
Verse 33Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥραςἐνάτης.Verse 34Καὶ τῇὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ,λέγων,Ἐλωΐ, Ἐλωΐ,λιμὰσαβαχθανί;Ὅ ἐστι μεθερμηνευόμενον,Ὁ Θεόςμου, ὁ Θεός μου, εἰς τίμε ἐγκατέλιπες;Verse 35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον,Ἰδού,Ἠλίαν φωνεῖ.Verse 36Δραμὼν δὲεἷς,καὶ γεμίσας σπόγγον ὄξους, περιθείςτε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεταιἨλίας καθελεῖν αὐτόν.Verse 37Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.Verse 38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύοἀπὸ ἄνωθεν ἕως κάτω.Verse 39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτωκράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶςὁ ἄνθρωπος οὗτος υἱὸςἦν Θεοῦ.Verse 40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷςἦνκαὶΜαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡτοῦ Ἰακώβου τοῦ μικροῦ καὶἸωσῆ μήτηρ, καὶ Σαλώμη,Verse 41αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.The Burial of Jesus
Verse 42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶἦν Παρασκευή, ὅ ἐστιπροσάββατον,Verse 43ἦλθεν Ἰωσὴφὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸςΠιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.Verse 44Ὁ δὲΠιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰπάλαι ἀπέθανε.Verse 45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸσῶμα τῷ Ἰωσήφ.Verse 46Καὶ ἀγοράσας σινδόνα,καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶκατέθηκεν αὐτὸν ἐνμνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.Verse 47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ΜαρίαἸωσῆ ἐθεώρουν ποῦτίθεται.