See Hebrew/Greek in BSB →
Jesus Predicts the Destruction of the Temple
13Verse 1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.Verse 2Καὶὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ,Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴἀφεθῇ λίθος ἐπὶλίθῳ, ὃς οὐ μὴ καταλυθῇ.Signs of the End of the Age
Verse 3Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ,ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶἸωάννης καὶ Ἀνδρέας,Verse 4Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃπάντα ταῦτα συντελεῖσθαι;Verse 5Ὁ δὲ Ἰησοῦςἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν,Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.Verse 6Πολλοὶγὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν.Verse 7Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖγὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.Verse 8Ἐγερθήσεται γὰρ ἔθνοςἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν·καὶ ἔσονται σεισμοὶ κατὰ τόπους,καὶ ἔσονταιλιμοὶ καὶ ταραχαί·ἀρχαὶ ὠδίνων ταῦτα.Verse 9Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιγὰρ ὑμᾶς εἰς συνέδρια, καὶεἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέωνσταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.Verse 10Καὶ εἰς πάντα τὰ ἔθνηδεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.Verse 11Ὅταν δὲἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τίλαλήσητε,μηδὲ μελετᾶτε· ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.Verse 12Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.Verse 13Καὶ ἔσεσθεμισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.The Great Tribulation
Verse 14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως,τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου,ἑστὼς ὅπου οὐ δεῖ—ὁ ἀναγινώσκων νοείτω—τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·Verse 15ὁδὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτωεἰς τὴν οἰκίαν, μηδὲεἰσελθέτωἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·Verse 16καὶ ὁ εἰς τὸν ἀγρὸνὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ.Verse 17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.Verse 18Προσεύχεσθε δὲ ἵνα μὴ γένηταιἡ φυγὴ ὑμῶν χειμῶνος.Verse 19Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεωςἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.Verse 20Καὶ εἰ μὴΚύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.Verse 21Τότε ἐάν τις ὑμῖν εἴπῃ,Ἰδού, ὧδε ὁ Χριστός,ἢἸδού, ἐκεῖ, μὴπιστεύετε.Verse 22Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν,καὶ τοὺς ἐκλεκτούς.Verse 23Ὑμεῖς δὲ βλέπετε·ἰδού, προείρηκα ὑμῖνπάντα.The Coming of the Son of Man
Verse 24Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,Verse 25καὶ οἱ ἀστέρεςτοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.Verse 26Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.Verse 27Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλουςαὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺςαὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρουγῆς ἕως ἄκρουοὐρανοῦ.The Lesson of the Fig Tree
Verse 28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταναὐτῆς ἤδη ὁ κλάδοςἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα,γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·Verse 29οὕτω καὶ ὑμεῖς, ὅτανταῦτα ἴδητεγινόμενα,γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.Verse 30Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗπάντα ταῦτα γένηται.Verse 31Ὁ οὐρανὸς καὶ ἡ γῆπαρελεύσεται, οἱ δὲλόγοι μου οὐμὴπαρέλθωσι.Keep Watch
Verse 32Περὶ δὲ τῆς ἡμέρας ἐκείνηςἢὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοιοἱ ἐνοὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.Verse 33Βλέπετε, ἀγρυπνεῖτεκαὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.Verse 34Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν,καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.Verse 35Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται,ὀψέ, ἢμεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ·Verse 36μὴ ἐλθὼνἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.Verse 37Ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.