John 7 — TCG See Hebrew/Greek in BSB → The Unbelief of Jesus' Brothers7Verse 1Καὶ+περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.Verse 2Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.Verse 3Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου+θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς.Verse 4Οὐδεὶς γὰρ+ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.Verse 5Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.Verse 6Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς,Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.Verse 7Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.Verse 8Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν+ταύτην· ἐγὼ+οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ+καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.Verse 9Ταῦτα+δὲ εἰπὼν+αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.Jesus at the Festival of BoothsVerse 10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ,+τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς,+ἀλλ᾽ ὡς ἐν κρυπτῷ.Verse 11Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;Verse 12Καὶ γογγυσμὸς+πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν·+ἄλλοι ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.Verse 13Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.Verse 14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη+ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε.Verse 15+Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;Verse 16Ἀπεκρίθη+οὖν αὐτοῖς+ὁ Ἰησοῦς καὶ εἶπεν,Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.Verse 17Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.Verse 18Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.Verse 19Οὐ+Μωσῆς+δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;Verse 20Ἀπεκρίθη ὁ ὄχλος+καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;Verse 21Ἀπεκρίθη+Ἰησοῦς καὶ εἶπεν αὐτοῖς,Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.Verse 22Διὰ τοῦτο+Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ+Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.Verse 23Εἰ περιτομὴν λαμβάνει+ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος+Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;Verse 24Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν+κρίνατε.Is Jesus the Christ?Verse 25Ἔλεγον οὖν τινες ἐκ τῶν+Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;Verse 26Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν+ἀληθῶς ὁ Χριστός;Verse 27Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.Verse 28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων,Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.Verse 29+Ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.Verse 30Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.Verse 31+Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον+ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ,+μήτι πλείονα σημεῖα+τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;You Will Seek Me But Not Find MeVerse 32Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν+ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.Verse 33Εἶπεν+οὖν ὁ Ἰησοῦς,Ἔτι+μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.Verse 34Ζητήσετέ με, καὶ οὐχ+εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.Verse 35Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;Verse 36Τίς ἐστιν+οὗτος ὁ λόγος ὃν εἶπε,Ζητήσετέ με, καὶ οὐχ+εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;Rivers of Living WaterVerse 37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς+εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων,Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.Verse 38Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.Verse 39Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος+οὗ+ἔμελλον λαμβάνειν οἱ+πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα+Ἅγιον, ὅτι+Ἰησοῦς+οὐδέπω ἐδοξάσθη.Division over JesusVerse 40+Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες+τὸν λόγον+ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.Verse 41Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός.+Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;Verse 42+Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος+Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν+Δαυίδ,+ὁ Χριστὸς ἔρχεται;Verse 43Σχίσμα οὖν+ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.Verse 44Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς+ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.The Unbelief of the Jewish LeadersVerse 45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;Verse 46Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε+οὕτως ἐλάλησεν ἄνθρωπος,+ὡς οὗτος ὁ ἄνθρωπος.Verse 47Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;Verse 48Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;Verse 49+Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον+ἐπικατάρατοί εἰσι.Verse 50Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν+νυκτὸς πρὸς αὐτόν,+εἷς ὢν ἐξ αὐτῶν—Verse 51Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ+παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;Verse 52Ἀπεκρίθησαν καὶ+εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;+Ἐρεύνησον καὶ ἴδε ὅτι+προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ+ἐγήγερται.The Woman Caught in AdulteryVerse 53+Καὶ+ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· Chapter 6 Chapter 8
John 7 — TCG
See Hebrew/Greek in BSB →
The Unbelief of Jesus' Brothers
7Verse 1Καὶ+περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.Verse 2Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.Verse 3Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου+θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς.Verse 4Οὐδεὶς γὰρ+ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.Verse 5Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.Verse 6Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς,Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.Verse 7Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.Verse 8Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν+ταύτην· ἐγὼ+οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ+καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.Verse 9Ταῦτα+δὲ εἰπὼν+αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.Jesus at the Festival of Booths
Verse 10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ,+τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς,+ἀλλ᾽ ὡς ἐν κρυπτῷ.Verse 11Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;Verse 12Καὶ γογγυσμὸς+πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν·+ἄλλοι ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.Verse 13Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.Verse 14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη+ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε.Verse 15+Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;Verse 16Ἀπεκρίθη+οὖν αὐτοῖς+ὁ Ἰησοῦς καὶ εἶπεν,Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.Verse 17Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.Verse 18Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.Verse 19Οὐ+Μωσῆς+δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;Verse 20Ἀπεκρίθη ὁ ὄχλος+καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;Verse 21Ἀπεκρίθη+Ἰησοῦς καὶ εἶπεν αὐτοῖς,Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.Verse 22Διὰ τοῦτο+Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ+Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.Verse 23Εἰ περιτομὴν λαμβάνει+ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος+Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;Verse 24Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν+κρίνατε.Is Jesus the Christ?
Verse 25Ἔλεγον οὖν τινες ἐκ τῶν+Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;Verse 26Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν+ἀληθῶς ὁ Χριστός;Verse 27Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.Verse 28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων,Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.Verse 29+Ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.Verse 30Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.Verse 31+Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον+ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ,+μήτι πλείονα σημεῖα+τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;You Will Seek Me But Not Find Me
Verse 32Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν+ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.Verse 33Εἶπεν+οὖν ὁ Ἰησοῦς,Ἔτι+μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.Verse 34Ζητήσετέ με, καὶ οὐχ+εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.Verse 35Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;Verse 36Τίς ἐστιν+οὗτος ὁ λόγος ὃν εἶπε,Ζητήσετέ με, καὶ οὐχ+εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;Rivers of Living Water
Verse 37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς+εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων,Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.Verse 38Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.Verse 39Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος+οὗ+ἔμελλον λαμβάνειν οἱ+πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα+Ἅγιον, ὅτι+Ἰησοῦς+οὐδέπω ἐδοξάσθη.Division over Jesus
Verse 40+Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες+τὸν λόγον+ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.Verse 41Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός.+Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;Verse 42+Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος+Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν+Δαυίδ,+ὁ Χριστὸς ἔρχεται;Verse 43Σχίσμα οὖν+ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.Verse 44Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς+ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.The Unbelief of the Jewish Leaders
Verse 45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;Verse 46Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε+οὕτως ἐλάλησεν ἄνθρωπος,+ὡς οὗτος ὁ ἄνθρωπος.Verse 47Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;Verse 48Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;Verse 49+Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον+ἐπικατάρατοί εἰσι.Verse 50Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν+νυκτὸς πρὸς αὐτόν,+εἷς ὢν ἐξ αὐτῶν—Verse 51Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ+παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;Verse 52Ἀπεκρίθησαν καὶ+εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;+Ἐρεύνησον καὶ ἴδε ὅτι+προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ+ἐγήγερται.The Woman Caught in Adultery
Verse 53+Καὶ+ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·