See Hebrew/Greek in BSB →
Jesus Appears to Seven Disciples
21Verse 1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸνπάλινὁ Ἰησοῦς τοῖςμαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως.Verse 2Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.Verse 3Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.Ἐξῆλθον καὶἐνέβησαν εἰς τὸ πλοῖονεὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.Verse 4Πρωΐας δὲ ἤδηγενομένης ἔστηὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι.Verse 5Λέγει οὖν αὐτοῖςὁ Ἰησοῦς,Παιδία, μή τι προσφάγιον ἔχετε;Ἀπεκρίθησαν αὐτῷ, Οὔ.Verse 6Ὁ δὲ εἶπεν αὐτοῖς,Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαιἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.Verse 7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.Verse 8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς,ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.Verse 9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.Verse 10Λέγει αὐτοῖς ὁ Ἰησοῦς,Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.Verse 11Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυονἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.Verse 12Λέγει αὐτοῖς ὁ Ἰησοῦς,Δεῦτε ἀριστήσατε.Οὐδεὶςδὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν.Verse 13Ἔρχεταιοὖνὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.Verse 14Τοῦτο ἤδη τρίτον ἐφανερώθηὁ Ἰησοῦς τοῖς μαθηταῖςαὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.Tend My Sheep
Verse 15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς,ΣίμωνἸωνᾶ, ἀγαπᾷς μεπλεῖον τούτων;Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ,Βόσκε τὰ ἀρνία μου.Verse 16Λέγει αὐτῷ πάλιν δεύτερον,ΣίμωνἸωνᾶ, ἀγαπᾷς με;Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ,Ποίμαινε τὰπρόβατά μου.Verse 17Λέγει αὐτῷ τὸ τρίτον,ΣίμωνἸωνᾶ, φιλεῖς με;Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον,Φιλεῖς με;Καὶεἶπεν αὐτῷ, Κύριε,σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷὁ Ἰησοῦς,Βόσκε τὰπρόβατά μου.Verse 18Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλοςσε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις.Verse 19Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ,Ἀκολούθει μοι.The Beloved Disciple and His Book
Verse 20Ἐπιστραφεὶςδὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;Verse 21Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί;Verse 22Λέγει αὐτῷ ὁ Ἰησοῦς,Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺἀκολούθει μοι.Verse 23Ἐξῆλθεν οὖνὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει·καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽,Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;Verse 24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶγράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθήςἐστιν ἡ μαρτυρία αὐτοῦ.Verse 25Ἔστι δὲ καὶ ἄλλα πολλὰὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν,οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμονχωρῆσαι τὰ γραφόμενα βιβλία.Ἀμήν.