Tools
Commentary

James 2 — TCG

See Hebrew/Greek in BSB →

Warning Against Partiality

2Verse 1Ἀδελφοί μου, μὴ ἐν+προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.Verse 2Ἐὰν γὰρ εἰσέλθῃ εἰς+τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,Verse 3+καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν+ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε+αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι+ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου,Verse 4+καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;Verse 5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς+τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;Verse 6Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;Verse 7Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;Verse 8Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς+ἑαυτὸν, καλῶς ποιεῖτε·Verse 9εἰ δὲ+προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.Verse 10Ὅστις γὰρ ὅλον τὸν νόμον+τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.Verse 11Ὁ γὰρ εἰπών, Μὴ+μοιχεύσῃς, εἶπε καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐ+μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου.Verse 12Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.Verse 13Ἡ γὰρ κρίσις+ἀνέλεος τῷ μὴ ποιήσαντι+ἔλεος· κατακαυχᾶται+ἔλεον κρίσεως.

Faith and Works

Verse 14Τί+τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ+ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;Verse 15Ἐὰν+δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι+ὦσι τῆς ἐφημέρου τροφῆς,Verse 16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί+τὸ ὄφελος;Verse 17Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ+ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἑαυτήν.Verse 18Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σου+ἐκ τῶν ἔργων+σου, κἀγὼ+δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν+μου.Verse 19Σὺ πιστεύεις ὅτι+ὁ Θεὸς εἷς ἐστι; Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι—καὶ φρίσσουσι.Verse 20Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων+νεκρά ἐστιν;Verse 21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;Verse 22Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;Verse 23Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.Verse 24Ὁρᾶτε+τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.Verse 25Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;Verse 26Ὥσπερ+γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς+τῶν ἔργων νεκρά ἐστι.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?