Hebrews 1 — TCG
God Has Spoken Through His Son
1Verse 1Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽+ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,Verse 2ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ+τοὺς αἰῶνας ἐποίησεν,Verse 3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως+αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν+ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,Verse 4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.The Son Is Superior to Angels
Verse 5Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε;
Καὶ πάλιν,
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;Verse 6Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.Verse 7Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·Verse 8πρὸς δὲ τὸν υἱόν,
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ+αἰῶνος·
+ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας+σου.
Verse 9Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·
διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.Verse 10Καί,
Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
Verse 11αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
Verse 12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις+αὐτούς,
καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ,
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.Verse 13Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;Verse 14Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;