See Hebrew/Greek in BSB →
Bear One Another's Burdens
6Verse 1Ἀδελφοί, ἐὰν καὶπροληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματιπρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.Verse 2Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτωςἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.Verse 3Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν,ἑαυτὸν φρεναπατᾷ·Verse 4τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.Verse 5Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.Verse 6Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.Verse 7Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.Verse 8Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.Verse 9Τὸ δὲ καλὸν ποιοῦντες μὴἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι.Verse 10Ἄρα οὖν ὡς καιρὸνἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.Final Warning and Benediction
Verse 11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.Verse 12Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵναμὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.Verse 13Οὐδὲ γὰρ οἱπεριτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.Verse 14Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼτῷ κόσμῳ.Verse 15Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τιἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.Verse 16Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.Verse 17Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦΚυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.Verse 18Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.