Ephesians 5 — TCG
5Verse 1+Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά·Verse 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν+ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.Verse 3Πορνεία δὲ καὶ+πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις·Verse 4καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία,+τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία.Verse 5Τοῦτο γάρ+ἐστε+γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης,+ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
+Ἔγειρε ὁ καθεύδων
καὶ ἀνάστα ἐκ τῶν νεκρῶν,
καὶ ἐπιφαύσει σοι ὁ Χριστός.Verse 15Βλέπετε οὖν+πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί,Verse 16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.Verse 17Διὰ τοῦτο μὴ+γίνεσθε ἄφρονες, ἀλλὰ+συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.Verse 18Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,Verse 19λαλοῦντες ἑαυτοῖς+ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες+ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,Verse 20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί,Verse 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ+Χριστοῦ.
Walk as Children of Light
Verse 6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς+ἀπειθείας.Verse 7Μὴ οὖν+γίνεσθε+συμμέτοχοι αὐτῶν·Verse 8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε—Verse 9ὁ γὰρ καρπὸς τοῦ+πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ—Verse 10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ·Verse 11καὶ μὴ+συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·Verse 12τὰ γὰρ κρυφῇ+γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν.Verse 13Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.Verse 14Διὸ λέγει,+Ἔγειρε ὁ καθεύδων