See Hebrew/Greek in BSB →
Paul's Ministry to the Gentiles
3Verse 1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,Verse 2εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,Verse 3ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,Verse 4πρὸς ὃ δύνασθεἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ·Verse 5ὃἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι·Verse 6εἶναι τὰ ἔθνησυγκληρονόμα καὶσύσσωμα καὶσυμμέτοχα τῆς ἐπαγγελίαςαὐτοῦ ἐντῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου,Verse 7οὗἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ,τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.Verse 8Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντωνἁγίων ἐδόθη ἡ χάρις αὕτη,ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαιτὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ,Verse 9καὶ φωτίσαιπάντας τίς ἡοἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντιδιὰ Ἰησοῦ Χριστοῦ,Verse 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ,Verse 11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐνΧριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·Verse 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶτὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.Verse 13Διὸ αἰτοῦμαι μὴἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.Prayer for the Ephesians to Know the Love of Christ
Verse 14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρατοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,Verse 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,Verse 16ἵναδῴη ὑμῖν, κατὰτὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,Verse 17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν·Verse 18ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶβάθος καὶ ὕψος,Verse 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.Verse 20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,Verse 21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.