See Hebrew/Greek in BSB →
The Conversion of Saul
9Verse 1Ὁ δὲ Σαῦλος ἔτιἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,Verse 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃτῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.Verse 3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ·καὶ ἐξαίφνηςπεριήστραψεν αὐτὸν φῶςἀπὸ τοῦ οὐρανοῦ·Verse 4καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ,Σαούλ, Σαούλ, τί με διώκεις;Verse 5Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁ δὲΚύριος εἶπεν,Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺδιώκεις·Verse 6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοιτί σε δεῖ ποιεῖν.Verse 7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷεἱστήκεισανἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.Verse 8Ἠγέρθη δὲὁ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένωντε τῶν ὀφθαλμῶν αὐτοῦ,οὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.Verse 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.Verse 10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸνὁ Κύριος ἐν ὁράματι,Ἀνανία.Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε.Verse 11Ὁ δὲ Κύριος πρὸς αὐτόν,Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,Verse 12καὶ εἶδενἐν ὁράματι ἄνδραὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷχεῖρα, ὅπως ἀναβλέψῃ.Verse 13Ἀπεκρίθη δὲἈνανίας, Κύριε,ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ·Verse 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.Verse 15Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος,Πορεύου, ὅτι σκεῦος ἐκλογῆςμοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιονἐθνῶνκαὶ βασιλέων, υἱῶν τε Ἰσραήλ·Verse 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.Verse 17Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με,ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.Verse 18Καὶ εὐθέωςἀπέπεσονἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦὡσεὶ λεπίδες, ἀνέβλεψέτε καὶ ἀναστὰς ἐβαπτίσθη,Verse 19καὶ λαβὼν τροφὴνἐνίσχυσεν. Paul Preaches Christ in Damascus Ἐγένετο δὲὁ Σαῦλος μετὰτῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.Verse 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸνΧριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.Verse 21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσαςἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτοἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;Verse 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶσυνέχυνετοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ,συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.Saul Escapes Death
Verse 23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·Verse 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν.Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι·Verse 25λαβόντες δὲαὐτὸν οἱ μαθηταὶ νυκτός,καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐνσπυρίδι.Saul in Jerusalem
Verse 26Παραγενόμενος δὲὁ Σαῦλοςἐν Ἱερουσαλήμ,ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.Verse 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματιτοῦ Ἰησοῦ.Verse 28Καὶ ἦν μετ᾽ αὐτῶνεἰσπορευόμενοςεἰς Ἱερουσαλήμ,καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦΚυρίου Ἰησοῦ,Verse 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουναὐτὸν ἀνελεῖν.Verse 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰςΚαισάρειαν, καὶ ἐξαπέστειλαναὐτὸν εἰς Ταρσόν.Verse 31Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶΣαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.Peter Heals Aeneas
Verse 32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦνταςΛύδδαν.Verse 33Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τιναΑἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶκραββάτῳ, ὃς ἦν παραλελυμένος.Verse 34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦςὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.Verse 35Καὶεἶδον αὐτὸν πάντες οἱ κατοικοῦντεςΛύδδαν καὶ τὸνἈσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.Peter Raises Dorcas
Verse 36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματιΤαβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρηςἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.Verse 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲαὐτὴν ἔθηκαν ἐνὑπερῴῳ.Verse 38Ἐγγὺς δὲ οὔσηςΛύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ,ἀπέστειλαν πρὸς αὐτόν, παρακαλοῦντες μὴὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.Verse 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς.Verse 40Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτροςθεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε,Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε.Verse 41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.Verse 42Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅληςτῆς Ἰόππης, καὶπολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.Verse 43Ἐγένετο δὲἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.