See Hebrew/Greek in BSB →
Paul in Macedonia and Greece
20Verse 1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον,προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητάς, καὶἀσπασάμενος, ἐξῆλθεπορευθῆναι εἰςτὴν Μακεδονίαν.Verse 2Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.Verse 3Ποιήσας τε μῆνας τρεῖς, γενομένηςαὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετογνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.Verse 4Συνείπετο δὲ αὐτῷἄχρι τῆς ἈσίαςΣώπατροςΒεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος.Verse 5Οὗτοιπροσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι.Verse 6Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις ἡμερῶν πέντε,οὗ διετρίψαμεν ἡμέρας ἑπτά.Paul Raises Eutychus
Verse 7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένωντῶν μαθητῶνκλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου.Verse 8Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗἦμεν συνηγμένοι.Verse 9Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός.Verse 10Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶσυμπεριλαβὼν εἶπε, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.Verse 11Ἀναβὰς δὲ καὶ κλάσαςἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν.Verse 12Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.Paul Travels from Troas to Miletus
Verse 13Ἡμεῖς δέ,προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημενεἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν.Verse 14Ὡς δὲσυνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην.Verse 15Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμενἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον·καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.Verse 16Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸνἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.Paul's Farewell Address to the Ephesian Elders
Verse 17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.Verse 18Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέραςἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,Verse 19δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶπολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·Verse 20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους,Verse 21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰςτὸν Θεὸν μετάνοιαν, καὶ πίστιντὴν εἰς τὸν Κύριον ἡμῶνἸησοῦν.Verse 22Καὶ νῦν ἰδού,ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇσυναντήσοντάμοι μὴ εἰδώς,Verse 23πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλινδιαμαρτύρεται λέγον ὅτι δεσμάμε καὶ θλίψεις μένουσιν.Verse 24Ἀλλ᾽ οὐδενὸςλόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡςτελειῶσαι τὸν δρόμον μουμετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.Verse 25Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαντοῦ Θεοῦ.Verse 26Διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸςἐγὼ ἀπὸ τοῦ αἵματος πάντων.Verse 27Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαιὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.Verse 28Προσέχετεοὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦΚυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦἰδίου αἵματος.Verse 29Ἐγὼγὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου·Verse 30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσωαὐτῶν.Verse 31Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.Verse 32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς,ἀδελφοί, τῷΘεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳἐποικοδομῆσαι, καὶ δοῦναιὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.Verse 33Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα.Verse 34Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.Verse 35Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τετῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε,Μακάριόν ἐστιμᾶλλον διδόναι ἢ λαμβάνειν.Verse 36Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο.Verse 37Ἱκανὸς δὲἐγένετο κλαυθμὸς πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,Verse 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.