See Hebrew/Greek in BSB →
Paul in Corinth
18Verse 1Μετὰδὲ ταῦτα χωρισθεὶςὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.Verse 2Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸτεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίουςἐκ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς·Verse 3καὶ διὰ τὸ ὁμότεχνον εἶναι,ἔμενε παρ᾽ αὐτοῖς καὶεἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶτὴν τέχνην.Verse 4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας.Verse 5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷπνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοιςτὸν Χριστὸν Ἰησοῦν.Verse 6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶτὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.Verse 7Καὶ μεταβὰς ἐκεῖθενἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματιἸούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.Verse 8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.Verse 9Εἶπε δὲ ὁ Κύριοςδι᾽ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ,Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς·Verse 10διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.Verse 11Ἐκάθισέτε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.Verse 12Γαλλίωνος δὲἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησανὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,Verse 13λέγοντες ὅτι Παρὰ τὸν νόμονοὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.Verse 14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲνοὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂνἠνεσχόμην ὑμῶν·Verse 15εἰ δὲζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴςγὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι.Verse 16Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.Verse 17Ἐπιλαβόμενοι δὲ πάντεςοἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνιἔμελλεν.Paul's Return to Antioch
Verse 18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενοςτὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.Verse 19Κατήντησε δὲ εἰς Ἔφεσον,καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴνδιελέχθη τοῖς Ἰουδαίοις.Verse 20Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναιπαρ᾽ αὐτοῖς, οὐκ ἐπένευσεν·Verse 21ἀλλ᾽ἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος.Ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,Verse 22καὶ κατελθὼν εἰςΚαισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν.Verse 23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν,ἐπιστηρίζων πάντας τοὺς μαθητάς.Apollos Speaks Boldly in Ephesus
Verse 24Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.Verse 25Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦΚυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμαἸωάννου·Verse 26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦἈκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴντοῦ Θεοῦ ὁδόν.Verse 27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος·Verse 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.