See Hebrew/Greek in BSB →
Timothy Joins Paul and Silas
16Verse 1Κατήντησεδὲ εἰς Δέρβην καὶΛύστραν· καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικόςτινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·Verse 2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.Verse 3Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις·ᾔδεισαν γὰρ ἅπαντεςτὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν.Verse 4Ὡς δὲ διεπορεύοντο τὰς πόλεις,παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶτῶν πρεσβυτέρων τῶν ἐνἹερουσαλήμ.Verse 5Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.Paul's Vision of the Macedonian Man
Verse 6Διελθόντες δὲ τὴν Φρυγίαν καὶτὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,Verse 7ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζονκατὰ τὴν Βιθυνίανπορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸπνεῦμα·Verse 8παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.Verse 9Καὶ ὅραμα διὰτῆς νυκτὸςὤφθη τῷ Παύλῳ· ἀνήρτις ἦν Μακεδὼν ἑστώς,παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰςΜακεδονίαν, βοήθησον ἡμῖν.Verse 10Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰςτὴν Μακεδονίαν,συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁΚύριος εὐαγγελίσασθαι αὐτούς.The Conversion of Lydia
Verse 11Ἀναχθέντεςοὖν ἀπὸτῆς Τρῳάδος, εὐθυδρομήσαμεν εἰςΣαμοθρᾴκην, τῇτε ἐπιούσῃ εἰςΝεάπολιν,Verse 12ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶπρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις,κολωνεία· ἦμεν δὲ ἐναὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.Verse 13Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆςπόλεως παρὰ ποταμόν, οὗἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.Verse 14Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸτοῦ Παύλου.Verse 15Ὡς δὲἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου,μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.Paul and Silas Imprisoned in Philippi
Verse 16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰςπροσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμαΠύθωνοςἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη.Verse 17Αὕτηκατακολουθήσασα τῷ Παύλῳ καὶἡμῖν, ἔκραζε λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσινἡμῖν ὁδὸν σωτηρίας.Verse 18Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, Παραγγέλλω σοι ἐντῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.Verse 19Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,Verse 20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖςεἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,Verse 21καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι.Verse 22Καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶπεριρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν.Verse 23Πολλάςτε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·Verse 24ὅς, παραγγελίαν τοιαύτηνεἰληφώς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδαςαὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.Verse 25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·Verse 26ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου·ἀνεῴχθησάντε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.Verse 27Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενοςμάχαιραν,ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.Verse 28Ἐφώνησε δὲφωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.Verse 29Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶτῷ Σίλᾳ,Verse 30καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;Verse 31Οἱ δὲεἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον ἸησοῦνΧριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.Verse 32Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦΚυρίου,καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.Verse 33Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦπάντες παραχρῆμα.Verse 34Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκοναὐτοῦ παρέθηκε τράπεζαν, καὶἠγαλλιᾶτοπανοικὶ πεπιστευκὼς τῷ Θεῷ.Verse 35Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.Verse 36Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγουςτούτους πρὸς τὸν Παῦλον ὅτιἈπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.Verse 37Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς,Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας,ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ·ἀλλὰ ἐλθόντες αὐτοὶἐξαγαγέτωσαν.Verse 38Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα·καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι,Verse 39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτωνἐξελθεῖν τῆς πόλεως.Verse 40Ἐξελθόντες δὲἐκ τῆς φυλακῆς εἰσῆλθονπρὸς τὴν Λυδίαν· καὶ ἰδόντεςτοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶἐξῆλθον.