See Hebrew/Greek in BSB →
2Verse 1Ἔκριναδὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλινἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.Verse 2Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίςἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;Verse 3Καὶ ἔγραψαὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπηνἔχω ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.Verse 4Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Forgive the Sinner
Verse 5Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν,ἀλλὰ ἀπὸ μέρους—ἵνα μὴ ἐπιβαρῶ—πάντας ὑμᾶς.Verse 6Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων·Verse 7ὥστε τοὐναντίονμᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.Verse 8Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην.Verse 9Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.Verse 10ᾯ δέ τι χαρίζεσθε,καὶ ἐγώ· καὶ γὰρ ἐγὼεἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,Verse 11ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.Triumph in Christ
Verse 12Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ,Verse 13οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου·ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.Verse 14Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ.Verse 15Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις·Verse 16οἷς μὲν ὀσμὴθανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός;Verse 17Οὐ γάρ ἐσμεν ὡς οἱλοιποί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· ἀλλ᾽ ὡς ἐξεἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ Θεοῦ,κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.