See Hebrew/Greek in BSB →
Instructions for the Church
5Verse 1Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα· νεωτέρους, ὡς ἀδελφούς·Verse 2πρεσβυτέρας, ὡς μητέρας· νεωτέρας, ὡς ἀδελφάς, ἐν πάσῃἁγνείᾳ.Verse 3Χήρας τίμα τὰς ὄντως χήρας.Verse 4Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστινἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ.Verse 5Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶτὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.Verse 6Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε.Verse 7Καὶ ταῦτα παράγγελλε, ἵναἀνεπίληπτοι ὦσιν.Verse 8Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστατῶν οἰκείων οὐπρονοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.Verse 9Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή,Verse 10ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.Verse 11Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,Verse 12ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.Verse 13Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.Verse 14Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.Verse 15Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.Verse 16Εἴτις πιστὸς ἢ πιστὴ ἔχει χήρας,ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.Verse 17Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.Verse 18Λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί,Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.Verse 19Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.Verse 20Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.Verse 21Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶΚυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰπρόσκλησιν.Verse 22Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.Verse 23Μηκέτι ὑδροπότει,ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόνσου καὶ τὰς πυκνάς σου ἀσθενείας.Verse 24Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν.Verse 25Ὡσαύτως καὶ τὰκαλὰ ἔργα πρόδηλάἐστι· καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐδύνανται.