See Hebrew/Greek in BSB →
Principles of Marriage
7Verse 1Περὶ δὲ ὧν ἐγράψατέμοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.Verse 2Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.Verse 3Τῇ γυναικὶ ὁ ἀνὴρ τὴνὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.Verse 4Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει,ἀλλ᾽ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει,ἀλλ᾽ ἡ γυνή.Verse 5Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνασχολάζητετῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸσυνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.Verse 6Τοῦτο δὲ λέγω κατὰσυγγνώμην, οὐ κατ᾽ ἐπιταγήν.Verse 7Θέλωγὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν·ἀλλ᾽ ἕκαστος ἴδιονχάρισμα ἔχει ἐκ Θεοῦ,ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.Verse 8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖςἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.Verse 9Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν·κρεῖσσον γάρ ἐστιγαμῆσαι ἢ πυροῦσθαι.Verse 10Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ,ἀλλ᾽ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·Verse 11ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω—καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.Verse 12Τοῖς δὲ λοιποῖςἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶαὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.Verse 13Καὶ γυνὴἥτις ἔχει ἄνδρα ἄπιστον, καὶαὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτωαὐτόν.Verse 14Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν.Verse 15Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκενἡμᾶς ὁ Θεός.Verse 16Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;Live the Life Assigned to You
Verse 17Εἰ μὴ ἑκάστῳ ὡςἐμέρισεν ὁΘεός, ἕκαστον ὡς κέκληκεν ὁΚύριος, οὕτω περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.Verse 18Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳτις ἐκλήθη; Μὴ περιτεμνέσθω.Verse 19Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.Verse 20Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.Verse 21Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.Verse 22Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίωςκαὶ ὁ ἐλεύθερος κληθείς, δοῦλός ἐστι Χριστοῦ.Verse 23Τιμῆς ἠγοράσθητε· μὴγίνεσθε δοῦλοι ἀνθρώπων.Verse 24Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰΘεῷ.The Unmarried and the Widowed
Verse 25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.Verse 26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.Verse 27Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.Verse 28Ἐὰν δὲ καὶγήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.Verse 29Τοῦτο δέ φημι,ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος·τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι·Verse 30καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες·Verse 31καὶ οἱ χρώμενοιτῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.Verse 32Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶςἀρέσει τῷ Κυρίῳ·Verse 33ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶςἀρέσει τῇ γυναικί.Verse 34Μεμέρισται καὶ ἡ γυνὴκαὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶσώματι καὶπνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶςἀρέσει τῷ ἀνδρί.Verse 35Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶνσυμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶεὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.Verse 36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλειγίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.Verse 37Ὃς δὲ ἕστηκενἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇκαρδίᾳ αὐτοῦ,τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶςποιεῖ.Verse 38Ὥστε καὶ ὁἐκγαμίζων καλῶς ποιεῖ·ὁ δὲ μὴἐκγαμίζων κρεῖσσονποιεῖ.Verse 39Γυνὴ δέδεταινόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲκαὶ κοιμηθῇ ὁἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.Verse 40Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶδὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.