See Hebrew/Greek in BSB →
The Collection for the Saints
16Verse 1Περὶ δὲ τῆςλογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.Verse 2Κατὰ μίανσαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τιἂνεὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότελογίαιγίνωνται.Verse 3Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·Verse 4ἐὰν δὲᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.Paul's Travel Plans
Verse 5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι·Verse 6πρὸς ὑμᾶς δὲ τυχὸνπαραμενῶ, ἢκαὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.Verse 7Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζωδὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριοςἐπιτρέπῃ.Verse 8Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς·Verse 9θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.Verse 10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡςκαὶ ἐγώ.Verse 11Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.Verse 12Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.Final Exhortations
Verse 13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.Verse 14Πάντα ὑμῶν ἐν ἀγάπῃγινέσθω.Verse 15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί—οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς—Verse 16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.Verse 17Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶΦουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν.Verse 18Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν·ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.Verse 19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας·ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶΠρίσκιλλα, σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.Verse 20Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.Verse 21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.Verse 22Εἴ τις οὐ φιλεῖ τὸν ΚύριονἸησοῦν Χριστόν, ἤτω ἀνάθεμα.Μαρὰν ἀθά.Verse 23Ἡ χάρις τοῦ Κυρίου ἸησοῦΧριστοῦ μεθ᾽ ὑμῶν.Verse 24Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.Ἀμήν.