Tools
Commentary

Titus 2 — SRG

See Hebrew/Greek in BSB →

2Verse 1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ·Verse 2πρεσβύτας νηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ·Verse 3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς,*⸂μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας,⸃ καλοδιδασκάλους,Verse 4ἵνα*⸂σωφρονίζωσιν⸃ τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,Verse 5σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται·Verse 6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·Verse 7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ*⸂ἀδιαφθορίαν,⸃ σεμνότητα,*⸋ἀφθαρσίαν,⸌Verse 8λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων*⸂περὶ ἡμῶν λέγειν⸃ φαῦλον.Verse 9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,Verse 10μὴ νοσφιζομένους, ἀλλὰ*⸉πίστιν πᾶσαν⸊ ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν*⸆ τοῦ σωτῆρος*⸂ἡμῶν⸃ θεοῦ κοσμῶσιν ἐν πᾶσιν.Verse 11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ*⸋ἡ⸌ σωτήριος πᾶσιν ἀνθρώποις,Verse 12παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,Verse 13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν*⸉Ἰησοῦ χριστοῦ,⸊Verse 14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.Verse 15Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?