Tools
Commentary

Revelation 9 — SRG

See Hebrew/Greek in BSB →

9Verse 1Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου.Verse 2Καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου*⸂καιομένης,⸃ καὶ*⸂2ἐσκοτίσθη⸃ ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.Verse 3Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν,*⸂καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.Verse 4Καὶ ἐρρέθη αὐταῖς⸃ ἵνα μὴ*⸂ἀδικήσωσιν⸃ τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους*⸆ οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων*⸋αὐτῶν.⸌Verse 5Καὶ ἐδόθη*⸂αὐταῖς⸃ ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα*⸂2βασανισθῶσιν⸃ μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν*⸂3παίσῃ⸃ ἄνθρωπον.Verse 6Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις*⸂ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ*⸂2οὐ μὴ⸃ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται⸃*⸉ἀπ᾽ αὐτῶν ὁ θάνατος.⸊Verse 7Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων*⸂ὅμοια⸃ ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι*⸂2χρυσοῖ,⸃ καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.Verse 8Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.Verse 9Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.Verse 10Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα.*⸂Καὶ⸃ ἐν ταῖς οὐραῖς αὐτῶν*⸂2ἐξουσίαν ἔχουσιν τοῦ⸃ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.Verse 11*⸂Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν⸃*⸆ ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών,*⸂2ἐν δὲ⸃ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.Verse 12Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού,*⸂ἔρχεται⸃ ἔτι δύο οὐαὶ μετὰ ταῦτα.Verse 13Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν*⸋τεσσάρων⸌ κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,Verse 14*⸂λέγουσαν⸃ τῷ ἕκτῳ ἀγγέλῳ*⸂2ὁ ἔχων⸃ τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.Verse 15Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι*⸂εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν,⸃ ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.Verse 16Καὶ ὁ ἀριθμὸς*⸋τῶν⸌ στρατευμάτων τοῦ*⸂ἵππου⸃*⸂2μυριάδες μυριάδων·⸃*⸆ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.Verse 17Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.Verse 18*⸂Ἀπὸ τῶν τριῶν*⸋πληγῶν⸌ τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου⸃ τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.Verse 19*⸂Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν,⸃*⸋καὶ ἐν ταῖς οὐραῖς αὐτῶν·⸌ αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι*⸂2ὄφεων,⸃ ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.Verse 20Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις,*⸂οὐ⸃ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ*⸂2προσκυνήσωσιν⸃*⸂3τὰ δαιμόνια, καὶ τὰ εἴδωλα⸃ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν*⸂4δύναται,⸃ οὔτε ἀκούειν, οὔτε περιπατεῖν·Verse 21καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν*⸂φαρμακειῶν⸃ αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?