Tools
Commentary

Revelation 7 — SRG

See Hebrew/Greek in BSB →

7Verse 1*⸋Καὶ⸌ μετὰ*⸂τοῦτο⸃ εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί*⸂2τι⸃ δένδρον.Verse 2Καὶ εἶδον ἄλλον ἄγγελον*⸂ἀναβαίνοντα⸃ ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος· καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,Verse 3λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι*⸋οὗ⸌*⸂σφραγίσωμεν⸃ τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.Verse 4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων,*⸂ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες⸃ χιλιάδες,*⸂2ἐσφραγισμένων⸃ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.Verse 5Ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες*⸂ἐσφραγισμέναι·⸃ ἐκ φυλῆς Ῥουβίμ, δώδεκα χιλιάδες·*⸆ ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες·*⸆2Verse 6ἐκ φυλῆς Ἀσήρ, δώδεκα χιλιάδες·*⸆ ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα χιλιάδες·*⸆2 ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες·*⸆3Verse 7ἐκ φυλῆς Συμεών, δώδεκα χιλιάδες·*⸆ ἐκ φυλῆς Λευΐ, δώδεκα χιλιάδες·*⸆2 ἐκ φυλῆς Ἰσαχάρ, δώδεκα χιλιάδες·*⸆3Verse 8ἐκ φυλῆς Ζαβουλών, δώδεκα χιλιάδες·*⸆ ἐκ φυλῆς Ἰωσήφ, δώδεκα χιλιάδες·*⸆2 ἐκ φυλῆς Βενιαμίν, δώδεκα χιλιάδες*⸂ἐσφραγισμέναι.⸃Verse 9Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι*⸆ οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν,*⸂ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας⸃ ἐν ταῖς χερσὶν αὐτῶν·Verse 10καὶ*⸂κράζουσιν⸃ φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία*⸂2τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ,⸃ καὶ τῷ ἀρνίῳ.Verse 11Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ*⸂τὰ πρόσωπα⸃ αὐτῶν, καὶ προσεκύνησαν τῷ θεῷ,Verse 12λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Verse 13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον;Verse 14Καὶ*⸂εἶπον⸃ αὐτῷ, Κύριέ*⸋μου,⸌ σὺ οἶδας. Καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης,*⸂2καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν⸃ ἐν τῷ αἵματι τοῦ ἀρνίου.Verse 15Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ*⸂τῷ θρόνῳ⸃ σκηνώσει ἐπ᾽ αὐτούς.Verse 16Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι,*⸂οὐδ᾽ οὐ⸃ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·Verse 17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου*⸂ποιμαίνει αὐτούς, καὶ ὁδηγεῖ⸃ αὐτοὺς ἐπὶ*⸂2ζωῆς⸃ πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον*⸂3ἐκ⸃ τῶν ὀφθαλμῶν αὐτῶν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?