Revelation 5 — SRG
5Verse 1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον*⸂ἔσωθεν καὶ ἔξωθεν,⸃ κατεσφραγισμένον σφραγῖσιν ἑπτά.Verse 2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα*⸋ἐν⸌ φωνῇ μεγάλῃ, Τίς*⸂ἄξιός ἐστιν⸃ ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;Verse 3Καὶ οὐδεὶς ἐδύνατο*⸂ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς,⸃ ἀνοῖξαι τὸ βιβλίον,*⸂2οὔτε⸃ βλέπειν αὐτό.Verse 4Καὶ*⸋ἐγὼ⸌ ἔκλαιον*⸂πολύ,⸃ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι*⸆ τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.Verse 5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ*⸆ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ,*⸂ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας⸃ αὐτοῦ.Verse 6Καὶ εἶδον*⸆ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον*⸂ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον⸃*⸂2κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσιν τὰ ἑπτὰ*⸉πνεύματα τοῦ θεοῦ⸊ ἀποστελλόμενα⸃ εἰς πᾶσαν τὴν γῆν.Verse 7Καὶ ἦλθεν, καὶ εἴληφεν*⸆ ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.Verse 8Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος*⸂κιθάραν,⸃ καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν*⸆ προσευχαὶ τῶν ἁγίων.Verse 9Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ*⸋ἡμᾶς⸌ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,Verse 10*⸂καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν*⸂2βασιλεῖς καὶ ἱερεῖς,⸃ καὶ βασιλεύσουσιν⸃ ἐπὶ τῆς γῆς.Verse 11Καὶ εἶδον, καὶ ἤκουσα*⸋ὡς⸌ φωνὴν ἀγγέλων πολλῶν*⸂κύκλῳ⸃ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων·*⸂2καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,⸃Verse 12λέγοντες φωνῇ μεγάλῃ,*⸂Ἄξιόν ἐστιν τὸ ἀρνίον⸃ τὸ ἐσφαγμένον λαβεῖν*⸂2τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν⸃ καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.Verse 13Καὶ πᾶν κτίσμα ὃ*⸆*⸂ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς,⸃ καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης*⸂2ἐστίν,⸃ καὶ τὰ ἐν αὐτοῖς,*⸂3πάντας⸃ ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ*⸂4τοῦ θρόνου⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.*⸋Ἀμήν.⸌Verse 14Καὶ*⸂τὰ τέσσαρα ζῷα*⸂2λέγοντα⸃*⸋τὸ⸌ Ἀμήν. Καὶ οἱ πρεσβύτεροι⸃ ἔπεσον, καὶ προσεκύνησαν.*⸆