Tools
Commentary

Revelation 17 — SRG

See Hebrew/Greek in BSB →

17Verse 1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ, λέγων,*⸆ Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ*⸂τῶν ὑδάτων τῶν πολλῶν·⸃Verse 2μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν*⸉οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.⸊Verse 3Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον,*⸂γέμον ὀνόματα βλασφημίας, ἔχον⸃ κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.Verse 4Καὶ ἡ γυνὴ*⸂ἦν⸃ περιβεβλημένη*⸂2πορφυροῦν καὶ κόκκινον,⸃*⸆ κεχρυσωμένη*⸂3χρυσίῳ⸃ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα*⸉ποτήριον χρυσοῦν⸊ ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ*⸂4τὰ ἀκάθαρτα τῆς⸃ πορνείας αὐτῆς,Verse 5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.Verse 6Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων,*⸆ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα.Verse 7Καὶ εἶπέν μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼ*⸉ἐρῶ σοι⸊ τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.Verse 8*⸋Τὸ⸌ θηρίον, ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν*⸂ὑπάγειν.⸃ Καὶ*⸂2θαυμάσονται⸃ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται*⸂3τὰ ὀνόματα⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου,*⸂4βλεπόντων⸃*⸉ὅτι ἦν τὸ θηρίον,⸊*⸂5καὶ οὐκ ἔστιν, καὶ παρέσται.⸃Verse 9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ*⸉ἑπτὰ ὄρη εἰσίν,⸊ ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν.Verse 10Καὶ βασιλεῖς*⸉εἰσιν ἑπτά·⸊ οἱ πέντε ἔπεσον,*⸆ ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν· καί, ὅταν ἔλθῃ, ὀλίγον*⸉2δεῖ αὐτὸν⸊ μεῖναι.Verse 11Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστιν, καὶ*⸂αὐτὸς⸃ ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.Verse 12Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.Verse 13Οὗτοι μίαν*⸉ἔχουσιν γνώμην,⸊*⸂καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν⸃*⸂2αὐτῶν⸃ τῷ θηρίῳ*⸂3διδόασιν.⸃Verse 14Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.Verse 15Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσίν, καὶ ἔθνη καὶ γλῶσσαι.Verse 16Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες,*⸂καὶ⸃ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην,*⸂2καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτήν,⸃ καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.Verse 17Ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι*⸉γνώμην μίαν,⸊ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι*⸂τελεσθῶσιν οἱ λόγοι⸃ τοῦ θεοῦ.Verse 18Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?