Tools
Commentary

Revelation 14 — SRG

See Hebrew/Greek in BSB →

14Verse 1Καὶ εἶδον, καὶ ἰδού,*⸋τὸ⸌ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ*⸋2ἀριθμὸς⸌ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι*⸋3τὸ ὄνομα αὐτοῦ καὶ⸌ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.Verse 2Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ*⸂ἡ φωνὴ ἣν ἤκουσα⸃*⸋ὡς⸌ κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.Verse 3Καὶ ᾄδουσιν*⸆ ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.Verse 4*⸂Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν*⸂2ὑπάγῃ.⸃ Οὗτοι⸃*⸋ὑπὸ Ἰησοῦ⸌ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ.Verse 5Καὶ*⸉οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν⸊*⸂ψεῦδος·⸃ ἄμωμοι*⸋γάρ⸌ εἰσιν.*Verse 6Καὶ εἶδον*⸆ ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον,*⸂εὐαγγελίσαι⸃*⸂2τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος⸃ καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,Verse 7*⸂λέγων⸃ ἐν φωνῇ μεγάλῃ, Φοβήθητε*⸂2τὸν κύριον,⸃ καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε*⸂3αὐτὸν τὸν ποιήσαντα⸃*⸂4τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.⸃Verse 8Καὶ ἄλλος*⸂δεύτερος ἄγγελος⸃ ἠκολούθησεν, λέγων, Ἔπεσεν*⸆ Βαβυλὼν*⸆2 ἡ μεγάλη,*⸆3 ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα*⸋τὰ⸌ ἔθνη.Verse 9Καὶ*⸂ἄλλος ἄγγελος τρίτος⸃ ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις*⸉προσκυνεῖ τὸ θηρίον⸊ καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,Verse 10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον*⸂τῶν ἁγίων ἀγγέλων,⸃ καὶ ἐνώπιον τοῦ ἀρνίου·Verse 11καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν*⸉εἰς αἰῶνας αἰώνων ἀναβαίνει·⸊ καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.Verse 12*⸂Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν· οἱ τηροῦντες⸃*⸂2τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.⸃Verse 13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης,*⸆ Γράψον, Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι·*⸉λέγει Ναὶ⸊ τὸ πνεῦμα, ἵνα*⸂ἀναπαύσωνται⸃ ἐκ τῶν κόπων αὐτῶν· τὰ*⸂2δὲ⸃ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.Verse 14Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην*⸂καθήμενον ὅμοιον⸃*⸂2υἱῷ⸃ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.Verse 15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν*⸉φωνῇ μεγάλῃ⸊ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον· ὅτι ἦλθεν*⸆ ἡ ὥρα*⸆2 θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.Verse 16Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ*⸂τὴν νεφέλην⸃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.Verse 17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.Verse 18Καὶ ἄλλος ἄγγελος*⸋ἐξῆλθεν⸌ ἐκ τοῦ θυσιαστηρίου,*⸆ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός,*⸂καὶ ἐφώνησεν κραυγῇ μεγάλῃ⸃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας*⸋2τῆς ἀμπέλου⸌ τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.Verse 19Καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς*⸂τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.⸃Verse 20Καὶ ἐπατήθη ἡ ληνὸς*⸂ἔξωθεν⸃ τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?