Matthew 22 — SRG
22Verse 1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν*⸉αὐτοῖς ἐν παραβολαῖς,⸊ λέγων,Verse 2Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ·Verse 3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.Verse 4Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, Εἴπατε τοῖς κεκλημένοις. Ἰδού, τὸ ἄριστόν μου*⸂ἡτοίμασα,⸃ οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.Verse 5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον,*⸂ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ⸃ δὲ*⸂2εἰς⸃ τὴν ἐμπορίαν αὐτοῦ·Verse 6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.Verse 7*⸂Καὶ ἀκούσας ὁ βασιλεὺς⸃*⸋ἐκεῖνος⸌ ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.Verse 8Τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.Verse 9Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους*⸂ἂν⸃ εὕρητε, καλέσατε εἰς τοὺς γάμους.Verse 10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας*⸂ὅσους⸃ εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ*⸂2γάμος⸃ ἀνακειμένων.Verse 11Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·Verse 12καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη.Verse 13Τότε*⸉εἶπεν ὁ βασιλεὺς⸊ τοῖς διακόνοις, Δήσαντες αὐτοῦ*⸉2πόδας καὶ χεῖρας,⸊*⸂ἄρατε αὐτὸν καὶ ἐκβάλετε⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.Verse 14Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.Verse 15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.Verse 16Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν,*⸂λέγοντες,⸃ Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.Verse 17Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;Verse 18Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, Τί με πειράζετε, ὑποκριταί;Verse 19Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.Verse 20Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;Verse 21Λέγουσιν*⸋αὐτῷ,⸌ Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι· καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.Verse 22Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.Verse 23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι,*⸋οἱ⸌ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν,Verse 24λέγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.Verse 25Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησεν· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.Verse 26Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.Verse 27Ὕστερον δὲ πάντων ἀπέθανεν*⸋καὶ⸌ ἡ γυνή.Verse 28Ἐν τῇ*⸉οὖν ἀναστάσει,⸊ τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.Verse 29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ.Verse 30Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε*⸂ἐκγαμίζονται,⸃ ἀλλ᾽ ὡς ἄγγελοι*⸂2τοῦ θεοῦ⸃ ἐν*⸆ οὐρανῷ εἰσιν.Verse 31Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ, λέγοντος,Verse 32Ἐγώ εἰμι ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ;*⸂Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν,⸃ ἀλλὰ ζώντων.Verse 33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.Verse 34Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.Verse 35Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν,*⸋καὶ λέγων,⸌Verse 36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;Verse 37*⸂ὁ δὲ Ἰησοῦς⸃*⸂2ἔφη⸃ αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου,*⸂3ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.⸃Verse 38Αὕτη ἐστὶν*⸂πρώτη καὶ μεγάλη⸃ ἐντολή.Verse 39Δευτέρα*⸋δὲ⸌ ὁμοία*⸂αὐτῇ,⸃ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.Verse 40Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς*⸂ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.⸃Verse 41Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς,Verse 42λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; Τίνος υἱός ἐστιν; Λέγουσιν αὐτῷ, Τοῦ Δαυίδ.Verse 43Λέγει αὐτοῖς, Πῶς οὖν Δαυὶδ ἐν πνεύματι*⸉κύριον αὐτὸν καλεῖ,⸊ λέγων,Verse 44Εἶπεν*⸋ὁ⸌ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου*⸂ὑποπόδιον⸃ τῶν ποδῶν σου;Verse 45Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;Verse 46Καὶ οὐδεὶς ἐδύνατο*⸉αὐτῷ ἀποκριθῆναι⸊ λόγον· οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.