Matthew 19 — SRG
19Verse 1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.Verse 2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.Verse 3Καὶ προσῆλθον αὐτῷ*⸋οἱ⸌ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες*⸋2αὐτῷ,⸌ Εἰ ἔξεστιν*⸋3ἀνθρώπῳ⸌ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;Verse 4Ὁ δὲ ἀποκριθεὶς εἶπεν*⸋αὐτοῖς,⸌ Οὐκ ἀνέγνωτε ὅτι ὁ*⸂ποιήσας⸃ ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς,Verse 5καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα*⸆ καὶ τὴν μητέρα, καὶ*⸂προσκολληθήσεται⸃*⸂2τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;Verse 6Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία· ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.Verse 7Λέγουσιν αὐτῷ, Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι*⸋αὐτήν;⸌Verse 8Λέγει αὐτοῖς ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.Verse 9Λέγω δὲ ὑμῖν*⸋ὅτι⸌ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ,*⸆ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται·*⸋2καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.⸌Verse 10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ*⸋αὐτοῦ,⸌ Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.Verse 11Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσιν τὸν λόγον*⸋τοῦτον,⸌ ἀλλ᾽ οἷς δέδοται.Verse 12Εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.Verse 13Τότε*⸂προσηνέχθη⸃ αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.Verse 14Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.Verse 15Καὶ ἐπιθεὶς*⸉αὐτοῖς τὰς χεῖρας,⸊ ἐπορεύθη ἐκεῖθεν.Verse 16Καὶ ἰδού, εἷς*⸆ προσελθὼν*⸉εἶπεν αὐτῷ,⸊ Διδάσκαλε*⸋ἀγαθέ,⸌ τί ἀγαθὸν ποιήσω, ἵνα*⸂ἔχω⸃ ζωὴν αἰώνιον;Verse 17Ὁ δὲ εἶπεν αὐτῷ, Τί με*⸂λέγεις ἀγαθόν;⸃*⸂2Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.⸃ Εἰ δὲ θέλεις*⸉εἰσελθεῖν εἰς τὴν ζωήν,⸊*⸂3τήρησον⸃ τὰς ἐντολάς.Verse 18Λέγει αὐτῷ, Ποίας; Ὁ δὲ Ἰησοῦς*⸂εἶπεν,⸃ Τὸ Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις·Verse 19τίμα τὸν πατέρα*⸆ καὶ τὴν μητέρα· καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.Verse 20Λέγει αὐτῷ ὁ νεανίσκος,*⸉Πάντα ταῦτα⸊*⸂ἐφυλαξάμην⸃*⸋ἐκ νεότητός μου·⸌ τί ἔτι ὑστερῶ;Verse 21Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς*⸆ πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν*⸂οὐρανῷ·⸃ καὶ δεῦρο, ἀκολούθει μοι.Verse 22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον*⸆ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.Verse 23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι*⸉δυσκόλως πλούσιος⸊ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.Verse 24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος*⸂διελθεῖν,⸃ ἢ πλούσιον*⸂2εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.⸃Verse 25Ἀκούσαντες δὲ οἱ μαθηταὶ*⸋αὐτοῦ⸌ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι;Verse 26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.*⸆Verse 27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;Verse 28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ*⸂ὑμεῖς⸃ ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.Verse 29Καὶ πᾶς*⸂ὃς⸃ ἀφῆκεν*⸉οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα,*⸋ἢ γυναῖκα,⸌ ἢ τέκνα, ἢ ἀγρούς,⸊ ἕνεκεν τοῦ*⸂2ὀνόματός μου,⸃*⸂3ἑκατονταπλασίονα⸃ λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.Verse 30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.