Matthew 15 — SRG
15Verse 1Τότε προσέρχονται τῷ Ἰησοῦ*⸋οἱ⸌ ἀπὸ Ἱεροσολύμων*⸉γραμματεῖς καὶ Φαρισαῖοι,⸊ λέγοντες,Verse 2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας*⸋αὐτῶν,⸌ ὅταν ἄρτον ἐσθίωσιν.Verse 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;Verse 4Ὁ γὰρ θεὸς*⸂ἐνετείλατο, λέγων,⸃ Τίμα τὸν πατέρα*⸆ καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·Verse 5ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,*⸋καὶ⸌ οὐ μὴ*⸂τιμήσῃ⸃ τὸν πατέρα αὐτοῦ*⸂2ἢ τὴν μητέρα αὐτοῦ·⸃Verse 6καὶ ἠκυρώσατε*⸂τὴν ἐντολὴν⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν·Verse 7ὑποκριταί, καλῶς προεφήτευσεν περὶ ὑμῶν Ἠσαΐας, λέγων,Verse 8*⸂Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ⸃ τοῖς χείλεσίν με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.Verse 9Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.Verse 10Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε.Verse 11Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.Verse 12Τότε προσελθόντες οἱ μαθηταὶ*⸋αὐτοῦ⸌*⸂εἶπον⸃ αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;Verse 13Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.Verse 14Ἄφετε αὐτούς·*⸂ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν·⸃ τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον*⸂2πεσοῦνται.⸃Verse 15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν*⸋ταύτην.⸌Verse 16*⸂Ὁ δὲ Ἰησοῦς⸃ εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;Verse 17*⸂Οὔπω⸃ νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;Verse 18Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.Verse 19Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·Verse 20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.Verse 21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.Verse 22Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα*⸂ἐκραύγασεν⸃*⸋αὐτῷ,⸌ λέγουσα, Ἐλέησόν με, κύριε,*⸂2υἱὲ⸃ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.Verse 23Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.Verse 24Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.Verse 25Ἡ δὲ ἐλθοῦσα*⸂προσεκύνησεν⸃ αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι.Verse 26Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.Verse 27Ἡ δὲ εἶπεν, Ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.Verse 28Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.Verse 29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.Verse 30Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν*⸉χωλούς, τυφλούς, κωφούς, κυλλούς,⸊ καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας*⸂τοῦ Ἰησοῦ⸃ καὶ ἐθεράπευσεν αὐτούς·Verse 31ὥστε*⸂τοὺς ὄχλους⸃ θαυμάσαι, βλέποντας*⸂2κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας·⸃ καὶ*⸂3ἐδόξασαν⸃ τὸν θεὸν Ἰσραήλ.Verse 32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη*⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.Verse 33Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ*⸋αὐτοῦ,⸌ Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;Verse 34Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.Verse 35Καὶ*⸂ἐκέλευσεν⸃*⸂2τοῖς ὄχλοις⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν·Verse 36*⸋καὶ⸌*⸂λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας,⸃ εὐχαριστήσας ἔκλασεν, καὶ*⸂2ἔδωκεν⸃ τοῖς μαθηταῖς*⸋2αὐτοῦ,⸌ οἱ δὲ μαθηταὶ*⸂3τῷ ὄχλῳ.⸃Verse 37Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ*⸉ἦραν τὸ περισσεῦον τῶν κλασμάτων,⸊ ἑπτὰ σπυρίδας πλήρεις.Verse 38Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.Verse 39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.