Tools
Commentary

Mark 3 — SRG

See Hebrew/Greek in BSB →

3Verse 1Καὶ εἰσῆλθεν πάλιν εἰς*⸋τὴν⸌ συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.Verse 2Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα*⸂κατηγορήσωσιν⸃ αὐτοῦ.Verse 3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ*⸂ἐξηραμμένην ἔχοντι τὴν χεῖρα,⸃*⸂2Ἔγειραι⸃ εἰς τὸ μέσον.Verse 4Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν*⸂ἀγαθοποιῆσαι,⸃ ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.Verse 5Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά*⸋σου.⸌ Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ*⸋2ὑγιὴς ὡς ἡ ἄλλη.⸌Verse 6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι*⸂εὐθέως⸃ μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον*⸂2ἐποίουν⸃ κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.Verse 7Καὶ ὁ Ἰησοῦς*⸉ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ⸊ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας*⸂ἠκολούθησαν⸃*⸋αὐτῷ,⸌ καὶ ἀπὸ τῆς Ἰουδαίας,Verse 8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας,*⸂καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα,⸃ πλῆθος πολύ,*⸂2ἀκούσαντες⸃ ὅσα*⸂3ἐποίει,⸃ ἦλθον πρὸς αὐτόν.Verse 9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.Verse 10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.Verse 11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν*⸂ἐθεώρει, προσέπιπτεν⸃ αὐτῷ, καὶ*⸂2ἔκραζεν,⸃*⸂3λέγοντα⸃ ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.Verse 12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ*⸉φανερὸν αὐτὸν⸊*⸂ποιήσωσιν.⸃Verse 13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.Verse 14Καὶ ἐποίησεν δώδεκα,*⸆ ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν,Verse 15καὶ ἔχειν ἐξουσίαν*⸋θεραπεύειν τὰς νόσους, καὶ⸌ ἐκβάλλειν τὰ δαιμόνια·Verse 16*⸆ καὶ ἐπέθηκεν*⸉τῷ Σίμωνι ὄνομα⸊ Πέτρον·Verse 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς*⸂ὀνόματα⸃ Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·Verse 18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,Verse 19καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ*⸂ἔρχονται⸃ εἰς οἶκον·Verse 20καὶ συνέρχεται πάλιν*⸆ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς*⸂μήτε⸃ ἄρτον φαγεῖν.Verse 21Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.Verse 22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.Verse 23Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;Verse 24Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.Verse 25Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ*⸂δύναται⸃*⸂2σταθῆναι ἡ οἰκία ἐκείνη.⸃Verse 26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ*⸂μεμέρισται,⸃ οὐ δύναται*⸂2σταθῆναι,⸃ ἀλλὰ τέλος ἔχει.Verse 27**⸂Οὐδεὶς δύναται⸃*⸉τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν⸊ αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ*⸂2διαρπάσῃ.⸃Verse 28Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται*⸉τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,⸊ καὶ*⸆ βλασφημίαι*⸂ὅσας ἂν⸃ βλασφημήσωσιν·Verse 29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου*⸂κρίσεως.⸃Verse 30Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.Verse 31*⸂Ἔρχονται οὖν⸃*⸂2οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ,⸃ καὶ ἔξω*⸂3ἑστῶτες⸃ ἀπέστειλαν πρὸς αὐτόν,*⸂4φωνοῦντες⸃ αὐτόν.Verse 32Καὶ ἐκάθητο*⸉ὄχλος περὶ αὐτόν·⸊*⸂εἶπον δὲ⸃ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου*⸋καὶ αἱ ἀδελφαί σου⸌ ἔξω ζητοῦσίν σε.Verse 33Καὶ*⸂ἀπεκρίθη αὐτοῖς λέγων,⸃ Τίς ἐστιν ἡ μήτηρ μου*⸂2ἢ⸃ οἱ ἀδελφοί*⸋μου;⸌Verse 34Καὶ περιβλεψάμενος*⸉κύκλῳ τοὺς περὶ αὐτὸν⸊ καθημένους, λέγει,*⸂Ἴδε,⸃ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.Verse 35Ὃς*⸋γὰρ⸌ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή*⸋2μου⸌ καὶ μήτηρ*⸆ ἐστίν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?