Mark 14 — SRG
14Verse 1Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·Verse 2ἔλεγον*⸂δέ,⸃ Μὴ ἐν τῇ ἑορτῇ, μήποτε*⸉θόρυβος ἔσται⸊ τοῦ λαοῦ.Verse 3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς·*⸋καὶ⸌ συντρίψασα*⸂τὸ⸃ ἀλάβαστρον, κατέχεεν αὐτοῦ*⸋2κατὰ⸌ τῆς κεφαλῆς.Verse 4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς,*⸋καὶ λέγοντες,⸌ Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;Verse 5Ἠδύνατο γὰρ τοῦτο*⸆ πραθῆναι ἐπάνω*⸉τριακοσίων δηναρίων,⸊ καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ.Verse 6Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο*⸂ἐν ἐμοί.⸃Verse 7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε*⸂αὐτοὺς⸃*⸆ εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.Verse 8Ὃ*⸂ἔσχεν⸃*⸋αὕτη⸌ ἐποίησεν· προέλαβεν μυρίσαι*⸉μου τὸ σῶμα⸊ εἰς τὸν ἐνταφιασμόν.Verse 9Ἀμὴν*⸋δὲ⸌ λέγω ὑμῖν, ὅπου*⸂ἐὰν⸃ κηρυχθῇ τὸ εὐαγγέλιον*⸋2τοῦτο⸌ εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.Verse 10Καὶ*⸋ὁ⸌ Ἰούδας ὁ Ἰσκαριώτης,*⸆ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα*⸉παραδῷ αὐτὸν⸊ αὐτοῖς.Verse 11Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ*⸂ἀργύριον⸃ δοῦναι· καὶ ἐζήτει πῶς*⸉εὐκαίρως αὐτὸν παραδῷ.⸊Verse 12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες*⸂ἑτοιμάσωμεν⸃ ἵνα φάγῃς τὸ Πάσχα;Verse 13Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,Verse 14καὶ ὅπου*⸂ἐὰν⸃ εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμα,*⸆ ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;Verse 15Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον·*⸆ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.Verse 16Καὶ ἐξῆλθον οἱ μαθηταὶ*⸋αὐτοῦ,⸌ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.Verse 17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.Verse 18Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων,*⸉εἶπεν ὁ Ἰησοῦς,⸊ Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.Verse 19*⸋Οἱ δὲ⸌ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς, Μήτι ἐγώ;*⸋2Καὶ ἄλλος, Μήτι ἐγώ;⸌Verse 20Ὁ δὲ*⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς, Εἷς*⸋2ἐκ⸌ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ*⸆ τρυβλίον.Verse 21*⸆ Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν*⸋ἦν⸌ αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.Verse 22Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν*⸋ὁ Ἰησοῦς⸌ ἄρτον*⸆ εὐλογήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, Λάβετε,*⸋2φάγετε·⸌ τοῦτό ἐστιν τὸ σῶμά μου.Verse 23Καὶ λαβὼν*⸋τὸ⸌ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς· καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.Verse 24Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου,*⸋τὸ⸌ τῆς*⸋2καινῆς⸌ διαθήκης, τὸ*⸂περὶ πολλῶν ἐκχυνόμενον.⸃Verse 25Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.Verse 26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.Verse 27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε*⸋ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ·⸌ ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ*⸂διασκορπισθήσεται τὰ πρόβατα.⸃Verse 28*⸂Ἀλλὰ μετὰ⸃ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.Verse 29Ὁ δὲ Πέτρος ἔφη αὐτῷ,*⸉Καὶ εἰ⸊ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ.Verse 30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, ὅτι*⸋σὺ⸌ σήμερον*⸋2ἐν⸌*⸉τῇ νυκτὶ ταύτῃ,⸊ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς*⸉2ἀπαρνήσῃ με.⸊Verse 31Ὁ δὲ*⸂ἐκπερισσοῦ ἔλεγεν μᾶλλον,⸃ Ἐάν*⸉με δέῃ⸊ συναποθανεῖν σοι, οὐ μή σε*⸂2ἀπαρνήσωμαι.⸃ Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.Verse 32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως*⸂προσεύξωμαι.⸃Verse 33Καὶ παραλαμβάνει*⸂τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην⸃*⸂2μεθ᾽ ἑαυτοῦ,⸃ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.Verse 34Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.Verse 35Καὶ*⸂προσελθὼν⸃ μικρόν,*⸂2ἔπεσεν⸃ ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα.Verse 36Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον*⸉ἀπ᾽ ἐμοῦ τοῦτο·⸊ ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.Verse 37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;Verse 38Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ*⸂εἰσέλθητε⸃ εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.Verse 39Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών.Verse 40Καὶ*⸂ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν⸃ καθεύδοντας· ἦσαν γὰρ*⸉οἱ ὀφθαλμοὶ αὐτῶν⸊*⸂2βεβαρημένοι,⸃ καὶ οὐκ ᾔδεισαν τί*⸉2αὐτῷ ἀποκριθῶσιν.⸊Verse 41Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε*⸆ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.Verse 42Ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με ἤγγικεν.Verse 43Καὶ*⸂εὐθέως,⸃ ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται*⸆ Ἰούδας,*⸆2 εἷς*⸋ὢν⸌ τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος*⸋2πολὺς⸌ μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.Verse 44Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν, καὶ*⸂ἀπαγάγετε⸃ ἀσφαλῶς.Verse 45Καὶ ἐλθών,*⸂εὐθέως⸃ προσελθὼν αὐτῷ λέγει*⸋αὐτῷ,⸌ Ῥαββί,*⸋2ῥαββί·⸌ καὶ κατεφίλησεν αὐτόν.Verse 46Οἱ δὲ ἐπέβαλον*⸂ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν,⸃ καὶ ἐκράτησαν αὐτόν.Verse 47Εἷς δέ*⸋τις⸌ τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ*⸂ὠτίον.⸃Verse 48Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;Verse 49Καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.Verse 50Καὶ ἀφέντες αὐτὸν*⸉πάντες ἔφυγον.⸊Verse 51Καὶ*⸋εἷς⸌*⸉τις νεανίσκος⸊*⸂ἠκολούθησεν⸃ αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν*⸋2οἱ νεανίσκοι·⸌Verse 52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν*⸋ἀπ᾽ αὐτῶν.⸌Verse 53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται*⸋αὐτῷ⸌ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.Verse 54Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς.Verse 55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν· καὶ οὐχ εὕρισκον.Verse 56Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.Verse 57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, λέγοντεςVerse 58ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.Verse 59Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.Verse 60Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς*⸆ μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;Verse 61Ὁ δὲ ἐσιώπα, καὶ*⸂οὐδὲν ἀπεκρίνατο.⸃ Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ;Verse 62Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου*⸉ἐκ δεξιῶν καθήμενον⸊ τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.Verse 63Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;Verse 64Ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν*⸉εἶναι ἔνοχον⸊ θανάτου.Verse 65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν*⸉τὸ πρόσωπον αὐτοῦ,⸊ καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν*⸂ἔβαλλον.⸃Verse 66Καὶ ὄντος τοῦ Πέτρου*⸉ἐν τῇ αὐλῇ κάτω,⸊ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,Verse 67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ*⸂μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.⸃Verse 68Ὁ δὲ ἠρνήσατο, λέγων,*⸂Οὐκ⸃ οἶδα,*⸂2οὐδὲ⸃ ἐπίσταμαι*⸉τί σὺ⸊ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον·*⸂3καὶ ἀλέκτωρ ἐφώνησεν.⸃Verse 69Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν*⸉πάλιν ἤρξατο⸊ λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν.Verse 70Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ,*⸋καὶ ἡ λαλιά σου ὁμοιάζει.⸌Verse 71Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ*⸂ὀμνύναι⸃ ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.Verse 72Καὶ*⸆ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος*⸂τὸ ῥῆμα ὃ⸃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα*⸉φωνῆσαι δίς,⸊*⸉2ἀπαρνήσῃ με τρίς.⸊ Καὶ ἐπιβαλὼν ἔκλαιεν.