Luke 21 — SRG
21Verse 1Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας*⸉τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον⸊ πλουσίους·Verse 2εἶδεν δέ*⸂τινα καὶ⸃ χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ*⸉δύο λεπτά,⸊Verse 3καὶ εἶπεν, Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἡ χήρα*⸉ἡ πτωχὴ αὕτη⸊ πλεῖον πάντων ἔβαλεν·Verse 4*⸂ἅπαντες⸃ γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα*⸋τοῦ θεοῦ,⸌ αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς*⸂2ἅπαντα⸃ τὸν βίον ὃν εἶχεν ἔβαλεν.Verse 5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν,Verse 6Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ*⸂λίθῳ,⸃*⸆ ὃς οὐ καταλυθήσεται.Verse 7Ἐπηρώτησαν δὲ αὐτόν, λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ ταῦτα γίνεσθαι;Verse 8Ὁ δὲ εἶπεν, Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες*⸋ὅτι⸌ Ἐγώ εἰμι· καί, Ὁ καιρὸς ἤγγικεν, μὴ*⸋2οὖν⸌ πορευθῆτε ὀπίσω αὐτῶν.Verse 9Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος.Verse 10Τότε ἔλεγεν αὐτοῖς, Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν·Verse 11*⸉σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ⸊ ἔσονται, φόβητρά τε καὶ*⸉2σημεῖα ἀπ᾽ οὐρανοῦ⸊ μεγάλα ἔσται.Verse 12Πρὸ δὲ τούτων*⸂πάντων⸃ ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς*⸆ συναγωγὰς καὶ φυλακάς,*⸂2ἀγομένους⸃ ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.Verse 13Ἀποβήσεται*⸋δὲ⸌ ὑμῖν εἰς μαρτύριον.Verse 14*⸂Θέσθε⸃ οὖν*⸂2εἰς τὰς καρδίας⸃ ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι·Verse 15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται*⸂ἀντειπεῖν οὐδὲ ἀντιστῆναι⸃*⸂2πάντες⸃ οἱ ἀντικείμενοι ὑμῖν.Verse 16Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ*⸉συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν,⸊ καὶ θανατώσουσιν ἐξ ὑμῶν.Verse 17Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.Verse 18Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.Verse 19Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.Verse 20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων*⸋τὴν⸌ Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.Verse 21Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν· καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν.Verse 22Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν, τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.Verse 23Οὐαὶ*⸋δὲ⸌ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ*⸋2ἐν⸌ τῷ λαῷ τούτῳ.Verse 24Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς*⸉πάντα τὰ ἔθνη·⸊ καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι*⸆ πληρωθῶσιν*⸆2 καιροὶ ἐθνῶν.Verse 25Καὶ*⸂ἔσται⸃ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ,*⸂2ἠχούσης⸃ θαλάσσης καὶ σάλου,Verse 26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.Verse 27Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.Verse 28Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν· διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.Verse 29Καὶ εἶπεν παραβολὴν αὐτοῖς, Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·Verse 30ὅταν*⸂προβάλωσιν⸃ ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.Verse 31Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.Verse 32Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται.Verse 33Ὁ οὐρανὸς καὶ ἡ γῆ*⸂παρελεύσονται,⸃ οἱ δὲ λόγοι μου οὐ μὴ*⸂2παρέλθωσιν.⸃Verse 34Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν*⸉ὑμῶν αἱ καρδίαι⸊ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ*⸉2αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ⸊ ἡ ἡμέρα ἐκείνη·Verse 35ὡς παγὶς*⸂γὰρ ἐπελεύσεται⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.Verse 36Ἀγρυπνεῖτε*⸂οὖν⸃ ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα*⸂2καταξιωθῆτε⸃ ἐκφυγεῖν*⸆ πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Verse 37Ἦν δὲ τὰς ἡμέρας*⸉ἐν τῷ ἱερῷ διδάσκων·⸊ τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.Verse 38Καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.