Tools
Commentary

Luke 15 — SRG

See Hebrew/Greek in BSB →

15Verse 1Ἦσαν δὲ*⸉ἐγγίζοντες αὐτῷ⸊ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ.Verse 2Καὶ διεγόγγυζον οἱ*⸆ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.Verse 3Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων,Verse 4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ*⸂ἀπολέσας⸃*⸉ἓν ἐξ αὐτῶν,⸊ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό;Verse 5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους*⸂ἑαυτοῦ⸃ χαίρων.Verse 6Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.Verse 7Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ*⸉ἔσται ἐν τῷ οὐρανῷ⸊ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.Verse 8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως*⸂ὅτου⸃ εὕρῃ;Verse 9Καὶ εὑροῦσα*⸂συγκαλεῖται⸃*⸂2τὰς φίλας καὶ τὰς γείτονας,⸃ λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.Verse 10Οὕτως, λέγω ὑμῖν,*⸉χαρὰ γίνεται⸊ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.Verse 11Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς·Verse 12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.*⸂Καὶ⸃ διεῖλεν αὐτοῖς τὸν βίον.Verse 13Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν*⸂ἅπαντα⸃ ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως.Verse 14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς*⸂ἰσχυρὸς⸃ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.Verse 15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.Verse 16Καὶ ἐπεθύμει*⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ⸃*⸂2ἀπὸ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ.Verse 17Εἰς ἑαυτὸν δὲ ἐλθὼν*⸂εἶπεν,⸃ Πόσοι μίσθιοι τοῦ πατρός μου*⸂2περισσεύουσιν⸃ ἄρτων, ἐγὼ δὲ*⸂3λιμῷ⸃ ἀπόλλυμαι·Verse 18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου·Verse 19*⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.Verse 20Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα*⸂ἑαυτοῦ.⸃ Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν.Verse 21Εἶπεν δὲ*⸉αὐτῷ ὁ υἱός,⸊ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,*⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.*Verse 22Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ,*⸆ Ἐξενέγκατε*⸋τὴν⸌ στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας·Verse 23καὶ*⸂ἐνέγκαντες⸃ τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν·Verse 24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν·*⸋καὶ⸌*⸉ἀπολωλὼς ἦν,⸊ καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.Verse 25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν.Verse 26Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων,*⸆ ἐπυνθάνετο τί*⸆2 εἴη ταῦτα.Verse 27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.Verse 28Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ*⸂οὖν⸃ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.Verse 29Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί,*⸆ Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ.Verse 30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ*⸆ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ*⸂τὸν μόσχον τὸν σιτευτόν.⸃Verse 31Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.Verse 32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος*⸂νεκρὸς ἦν, καὶ*⸂2ἀνέζησεν·⸃ καὶ ἀπολωλὼς ἦν,⸃ καὶ εὑρέθη.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?