Tools
Commentary

Luke 13 — SRG

See Hebrew/Greek in BSB →

13Verse 1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.Verse 2Καὶ ἀποκριθεὶς*⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι*⸂τοιαῦτα⸃ πεπόνθασιν;Verse 3Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες*⸂ὡσαύτως⸃ ἀπολεῖσθε.Verse 4Ἢ ἐκεῖνοι οἱ*⸂δέκα καὶ ὀκτώ,⸃ ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι*⸂2οὗτοι⸃ ὀφειλέται ἐγένοντο παρὰ πάντας*⸆ ἀνθρώπους τοὺς κατοικοῦντας*⸋ἐν⸌ Ἱερουσαλήμ;Verse 5Οὐχί, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ*⸂μετανοῆτε,⸃ πάντες*⸂2ὁμοίως⸃ ἀπολεῖσθε.Verse 6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις*⸉ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην·⸊ καὶ ἦλθεν*⸉2ζητῶν καρπὸν⸊ ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.Verse 7Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία ἔτη*⸆ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον*⸆2 αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;Verse 8Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω*⸂κόπρια·⸃Verse 9κἂν μὲν ποιήσῃ καρπόν·*⸉εἰ δὲ μήγε, εἰς τὸ μέλλον⸊ ἐκκόψεις αὐτήν.Verse 10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν·Verse 11καὶ ἰδού, γυνὴ*⸋ἦν⸌ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη*⸂δέκα καὶ ὀκτώ,⸃ καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.Verse 12Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν, καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.Verse 13Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.Verse 14Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ,*⸆ Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν*⸂ταύταις⸃ οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.Verse 15Ἀπεκρίθη*⸂οὖν⸃ αὐτῷ ὁ κύριος, καὶ εἶπεν,*⸂2Ὑποκριταί,⸃ ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ*⸂3ἀπαγαγὼν⸃ ποτίζει;Verse 16Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;Verse 17Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ.Verse 18Ἔλεγεν*⸂δέ,⸃ Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν;Verse 19Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησεν, καὶ ἐγένετο εἰς δένδρον*⸋μέγα,⸌ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.Verse 20*⸆ Πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;Verse 21Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ*⸂ἐνέκρυψεν⸃ εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.Verse 22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.Verse 23Εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπεν πρὸς αὐτούς,Verse 24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς*⸂πύλης·⸃ ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν.Verse 25Ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε,*⸋κύριε,⸌ ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ·Verse 26τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.Verse 27*⸂Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ·⸃ ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες*⸋οἱ⸌ ἐργάται*⸋2τῆς⸌ ἀδικίας.Verse 28Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν*⸂ὄψησθε⸃ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.Verse 29Καὶ ἥξουσιν*⸂ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ καὶ νότου,⸃ καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.Verse 30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.Verse 31Ἐν αὐτῇ τῇ*⸂ἡμέρᾳ⸃ προσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.Verse 32Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις*⸂ἐπιτελῶ⸃ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.Verse 33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.Verse 34Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.Verse 35Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν*⸋ἔρημος·⸌*⸂λέγω δὲ⸃ ὑμῖν*⸋2ὅτι⸌ οὐ μή*⸉με ἴδητε⸊ ἕως*⸂2ἂν ἥξει, ὅτε⸃ εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?