Tools
Commentary

John 21 — SRG

See Hebrew/Greek in BSB →

21Verse 1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν*⸋πάλιν⸌*⸋2ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς*⸆ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.Verse 2Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.Verse 3Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ*⸂ἐνέβησαν⸃ εἰς τὸ πλοῖον*⸋εὐθύς,⸌ καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.Verse 4Πρωΐας δὲ ἤδη*⸂γενομένης⸃ ἔστη*⸋ὁ⸌ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.Verse 5Λέγει οὖν αὐτοῖς*⸋ὁ⸌ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ.Verse 6Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι*⸂ἴσχυσαν⸃ ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.Verse 7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.Verse 8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.Verse 9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.Verse 10Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.Verse 11Ἀνέβη*⸆ Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον*⸂ἐπὶ τῆς γῆς,⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.Verse 12Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς*⸋δὲ⸌ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.Verse 13Ἔρχεται*⸋οὖν⸌*⸋2ὁ⸌ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.Verse 14Τοῦτο ἤδη τρίτον ἐφανερώθη*⸋ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς*⸋2αὐτοῦ,⸌ ἐγερθεὶς ἐκ νεκρῶν.Verse 15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων*⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου.Verse 16Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων*⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ*⸂2πρόβατά⸃ μου.Verse 17Λέγει αὐτῷ τὸ τρίτον, Σίμων*⸂Ἰωνᾶ,⸃ φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ*⸂2εἶπεν⸃ αὐτῷ, Κύριε,*⸉σὺ πάντα⸊ οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ*⸋ὁ⸌ Ἰησοῦς, Βόσκε τὰ*⸂3πρόβατά⸃ μου.Verse 18Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος*⸉σε ζώσει,⸊ καὶ οἴσει ὅπου οὐ θέλεις.Verse 19Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.Verse 20Ἐπιστραφεὶς*⸋δὲ⸌ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;Verse 21Τοῦτον*⸆ ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί;Verse 22Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; Σὺ*⸉ἀκολούθει μοι.⸊Verse 23Ἐξῆλθεν οὖν*⸉ὁ λόγος οὗτος⸊ εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει·*⸂καὶ οὐκ εἶπεν⸃ αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;Verse 24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ*⸆ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής*⸉ἐστιν ἡ μαρτυρία αὐτοῦ.⸊Verse 25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ*⸂ὅσα⸃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον*⸂2χωρῆσαι⸃ τὰ γραφόμενα βιβλία.*⸋Ἀμήν.⸌
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?