Tools
Commentary

John 19 — SRG

See Hebrew/Greek in BSB →

19Verse 1Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσεν.Verse 2Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,Verse 3*⸆ καὶ ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.Verse 4*⸂Ἐξῆλθεν οὖν⸃ πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι*⸉ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.⸊Verse 5Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς,*⸂Ἴδε,⸃ ὁ ἄνθρωπος.Verse 6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον*⸋αὐτόν.⸌ Λέγει αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.Verse 7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον*⸋ἡμῶν⸌ ὀφείλει ἀποθανεῖν, ὅτι*⸉ἑαυτὸν υἱὸν θεοῦ⸊ ἐποίησεν.Verse 8Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,Verse 9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.Verse 10Λέγει οὖν αὐτῷ ὁ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω*⸉σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί⸊ σε;Verse 11Ἀπεκρίθη**⸂Ἰησοῦς,⸃ Οὐκ εἶχες ἐξουσίαν*⸉οὐδεμίαν κατ᾽ ἐμοῦ,⸊ εἰ μὴ ἦν*⸉2σοι δεδομένον⸊ ἄνωθεν· διὰ τοῦτο ὁ*⸂2παραδιδούς⸃ μέ σοι μείζονα ἁμαρτίαν ἔχει.Verse 12Ἐκ τούτου*⸉ἐζήτει ὁ Πιλάτος⸊ ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι*⸂ἔκραζον⸃ λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα*⸂2ἑαυτὸν⸃ ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.Verse 13Ὁ οὖν Πιλάτος ἀκούσας*⸂τοῦτον τὸν λόγον⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ*⸋τοῦ⸌ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ·Verse 14ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα*⸋δὲ⸌**⸂ὡσεὶ⸃ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.Verse 15*⸂Οἱ δὲ ἐκραύγασαν,⸃ Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.Verse 16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Παρέλαβον*⸂δὲ⸃ τὸν Ἰησοῦν*⸂2καὶ ἤγαγον·⸃Verse 17καὶ βαστάζων*⸂τὸν σταυρὸν αὐτοῦ⸃ ἐξῆλθεν εἰς*⸂2τόπον λεγόμενον Κρανίου Τόπον,⸃*⸂3ὃς⸃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·Verse 18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.Verse 19Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.Verse 20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν*⸉ὁ τόπος τῆς πόλεως⸊ ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον*⸉2Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.⸊Verse 21Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπεν, Βασιλεύς*⸉εἰμι τῶν Ἰουδαίων.⸊Verse 22Ἀπεκρίθη ὁ Πιλάτος, Ὃ γέγραφα, γέγραφα.Verse 23Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.Verse 24Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ*⸋ἡ λέγουσα,⸌ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.Verse 25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.Verse 26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ*⸋αὐτοῦ,⸌ Γύναι,*⸂ἴδε ὁ υἱός σου.Verse 27Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ⸃ ἡ μήτηρ σου. Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν*⸉ὁ μαθητὴς αὐτὴν⸊ εἰς τὰ ἴδια.Verse 28Μετὰ τοῦτο*⸂ἰδὼν⸃ ὁ Ἰησοῦς ὅτι*⸉πάντα ἤδη⸊ τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.Verse 29Σκεῦος*⸋οὖν⸌ ἔκειτο ὄξους μεστόν·*⸂οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν⸃ αὐτοῦ τῷ στόματι.Verse 30Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς, εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.Verse 31Οἱ οὖν Ἰουδαῖοι,*⸉ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν—⸊ ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.Verse 32Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·Verse 33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον*⸉αὐτὸν ἤδη⸊ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη·Verse 34ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ*⸂εὐθέως ἐξῆλθεν⸃ αἷμα καὶ ὕδωρ.Verse 35Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινή*⸉ἐστιν αὐτοῦ ἡ μαρτυρία,⸊ κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα*⸆ ὑμεῖς*⸂πιστεύσητε.⸃Verse 36Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται*⸋ἀπ᾽⸌ αὐτοῦ.Verse 37Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.Verse 38Μετὰ*⸆ ταῦτα ἠρώτησεν τὸν Πιλάτον*⸆2 Ἰωσὴφ*⸋ὁ⸌ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα*⸂τοῦ Ἰησοῦ.⸃Verse 39Ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς*⸂τὸν Ἰησοῦν⸃ νυκτὸς τὸ πρῶτον, φέρων*⸂2μίγμα⸃ σμύρνης καὶ ἀλόης*⸂3ὡς⸃ λίτρας ἑκατόν.Verse 40Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ*⸋ἐν⸌ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.Verse 41Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς*⸂ἐτέθη.⸃Verse 42Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?