Tools
Commentary

John 17 — SRG

See Hebrew/Greek in BSB →

17Verse 1Ταῦτα ἐλάλησεν*⸋ὁ⸌ Ἰησοῦς, καὶ*⸂ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπεν,⸃ Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα*⸋2καὶ⸌ ὁ υἱός*⸋3σου⸌ δοξάσῃ σε·Verse 2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ,*⸂δώσει⸃ αὐτοῖς ζωὴν αἰώνιον.Verse 3Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν.Verse 4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον*⸂ἐτελείωσα⸃ ὃ δέδωκάς μοι ἵνα ποιήσω.Verse 5Καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.Verse 6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς*⸂δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ τὸν λόγον σου τετηρήκασιν.Verse 7Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ*⸂ἐστιν·⸃Verse 8ὅτι τὰ ῥήματα ἃ δέδωκάς⸃ μοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.Verse 9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν·Verse 10καὶ τὰ ἐμὰ πάντα σά ἐστιν, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.Verse 11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ*⸂οὗτοι⸃ ἐν τῷ κόσμῳ εἰσίν, καὶ ἐγὼ πρός σε ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου,*⸂2ᾧ⸃ δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς*⸆ ἡμεῖς.Verse 12Ὅτε ἤμην μετ᾽ αὐτῶν*⸋ἐν τῷ κόσμῳ,⸌ ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου·*⸂οὓς⸃ δέδωκάς μοι,*⸆ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.Verse 13Νῦν δὲ πρός σε ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν*⸂αὐτοῖς.⸃Verse 14Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.Verse 15Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.Verse 16Ἐκ τοῦ κόσμου οὐκ εἰσίν, καθὼς ἐγὼ*⸉ἐκ τοῦ κόσμου οὐκ εἰμί.⸊Verse 17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ*⸋σου·⸌ ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.Verse 18Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.Verse 19Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα*⸉καὶ αὐτοὶ ὦσιν⸊ ἡγιασμένοι ἐν ἀληθείᾳ.Verse 20Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν*⸂πιστευόντων⸃ διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·Verse 21ἵνα πάντες ἓν ὦσιν· καθὼς σύ,*⸂πάτερ,⸃ ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν*⸋ἓν⸌ ὦσιν· ἵνα ὁ κόσμος*⸂2πιστεύσῃ⸃ ὅτι σύ με ἀπέστειλας.Verse 22Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν*⸋ἐσμεν.⸌Verse 23Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν,*⸋καὶ⸌ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας.Verse 24*⸂Πάτερ,⸃*⸂2οὓς⸃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσιν μετ᾽ ἐμοῦ· ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν, ἣν*⸂3ἔδωκάς⸃ μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.Verse 25*⸂Πάτερ⸃ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·Verse 26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?