John 10 — SRG
10Verse 1Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής.Verse 2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων.Verse 3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα*⸂καλεῖ⸃ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά.Verse 4*⸋Καὶ⸌ ὅταν τὰ ἴδια*⸂πρόβατα⸃*⸂2ἐκβάλῃ,⸃ ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ.Verse 5Ἀλλοτρίῳ δὲ οὐ μὴ*⸂ἀκολουθήσωσιν,⸃ ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ· ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.Verse 6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα*⸂ἦν⸃ ἃ ἐλάλει αὐτοῖς.Verse 7Εἶπεν οὖν πάλιν*⸋αὐτοῖς⸌ ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν*⸋2ὅτι⸌ ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.Verse 8Πάντες ὅσοι*⸂ἦλθον⸃ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.Verse 9Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.Verse 10Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.Verse 11Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Verse 12Ὁ μισθωτὸς*⸋δέ,⸌ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ*⸂εἰσὶν⸃ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει*⸋2τὰ πρόβατα.⸌Verse 13*⸋Ὁ δὲ μισθωτὸς φεύγει,⸌ ὅτι μισθωτός ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.Verse 14Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ*⸂γινώσκομαι ὑπὸ τῶν ἐμῶν.⸃Verse 15Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.Verse 16Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά*⸉με δεῖ⸊ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν· καὶ*⸂γενήσεται⸃ μία ποίμνη, εἷς ποιμήν.Verse 17Διὰ τοῦτο*⸉ὁ πατήρ με⸊ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.Verse 18Οὐδεὶς*⸂αἴρει⸃ αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.Verse 19Σχίσμα*⸋οὖν⸌ πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.Verse 20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;Verse 21Ἄλλοι*⸆ ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς*⸂ἀνοίγειν;⸃Verse 22Ἐγένετο*⸋δὲ⸌*⸆ τὰ Ἐγκαίνια ἐν*⸆2 Ἱεροσολύμοις,*⸋2καὶ⸌ χειμὼν ἦν·Verse 23καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ*⸆ Σολομῶνος.Verse 24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.Verse 25Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·Verse 26ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε·*⸂οὐ γάρ⸃ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν,*⸋καθὼς εἶπον ὑμῖν.⸌Verse 27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου*⸂ἀκούει,⸃ κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι·Verse 28κἀγὼ*⸉ζωὴν αἰώνιον δίδωμι αὐτοῖς·⸊ καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.Verse 29Ὁ πατήρ μου*⸂ὃς⸃ δέδωκέν μοι,*⸆*⸉μείζων πάντων⸊ ἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός*⸋μου.⸌Verse 30Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.Verse 31Ἐβάστασαν*⸋οὖν⸌ πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.Verse 32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ*⸉καλὰ ἔργα ἔδειξα ὑμῖν⸊ ἐκ τοῦ πατρός*⸋μου·⸌ διὰ ποῖον αὐτῶν ἔργον*⸂λιθάζετέ με;⸃Verse 33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι*⸋λέγοντες,⸌ Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.Verse 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν,*⸆ Ἐγὼ εἶπα, Θεοί ἐστε;Verse 35Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ γραφή—Verse 36ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ θεοῦ εἰμι;Verse 37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·Verse 38εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις*⸂πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε⸃ ὅτι*⸂2ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ.⸃Verse 39Ἐζήτουν*⸋οὖν⸌*⸉πάλιν αὐτὸν πιάσαι·⸊ καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.Verse 40Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ.Verse 41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.Verse 42Καὶ*⸉ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.⸊