Tools
Commentary

John 1 — SRG

See Hebrew/Greek in BSB →

1Verse 1Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.Verse 2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.Verse 3Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.Verse 4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,Verse 5καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.Verse 6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.Verse 7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.Verse 8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.Verse 9Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.Verse 10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.Verse 11Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.Verse 12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·Verse 13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.Verse 14Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν—καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός—πλήρης χάριτος καὶ ἀληθείας.Verse 15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν λέγων, Οὗτος ἦν*⸂ὃν εἶπον,⸃ Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν.Verse 16*⸂Καὶ⸃ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.Verse 17Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ χριστοῦ ἐγένετο.Verse 18Θεὸν οὐδεὶς ἑώρακεν πώποτε·*⸋ὁ⸌ μονογενὴς*⸂υἱός,⸃ ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.Verse 19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν*⸆ οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;Verse 20Καὶ ὡμολόγησεν, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι*⸉Οὐκ εἰμὶ ἐγὼ⸊ ὁ χριστός.Verse 21Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν;*⸉Ἠλίας εἶ σύ;⸊ Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ.Verse 22Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;Verse 23Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.Verse 24Καὶ*⸋οἱ⸌ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.Verse 25Καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστός,*⸂οὔτε Ἠλίας, οὔτε⸃ ὁ προφήτης;Verse 26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος*⸋δὲ⸌ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.Verse 27*⸋Αὐτός ἐστιν⸌*⸋2ὁ⸌ ὀπίσω μου ἐρχόμενος,*⸋3ὃς ἔμπροσθέν μου γέγονεν·⸌ οὗ*⸂ἐγὼ οὐκ εἰμὶ⸃ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.Verse 28Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν*⸆ Ἰωάννης βαπτίζων.Verse 29Τῇ ἐπαύριον βλέπει*⸆ τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.Verse 30Οὗτός ἐστιν*⸂περὶ⸃ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.Verse 31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν*⸋τῷ⸌ ὕδατι βαπτίζων.Verse 32Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον*⸂ὡσεὶ⸃ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.Verse 33Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.Verse 34Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ*⸂υἱὸς⸃ τοῦ θεοῦ.Verse 35Τῇ ἐπαύριον πάλιν εἱστήκει*⸋ὁ⸌ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο·Verse 36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.Verse 37Καὶ ἤκουσαν*⸉αὐτοῦ οἱ δύο μαθηταὶ⸊ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.Verse 38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ, Ῥαββί—ὃ λέγεται*⸂ἑρμηνευόμενον,⸃ Διδάσκαλε—ποῦ μένεις;Verse 39Λέγει αὐτοῖς, Ἔρχεσθε καὶ*⸂ἴδετε.⸃ Ἦλθον*⸆ καὶ εἶδον ποῦ μένει· καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα*⸆2 ἦν ὡς δεκάτη.Verse 40Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.Verse 41Εὑρίσκει οὗτος*⸂πρῶτος⸃ τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσίαν—ὅ ἐστιν μεθερμηνευόμενον,*⸆ χριστός.Verse 42*⸋Καὶ⸌ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας*⸆ αὐτῷ ὁ Ἰησοῦς εἶπεν, Σὺ εἶ Σίμων ὁ υἱὸς*⸂Ἰωνᾶ·⸃ σὺ κληθήσῃ Κηφᾶς—ὃ ἑρμηνεύεται Πέτρος.Verse 43Τῇ ἐπαύριον ἠθέλησεν*⸆ ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ*⸋ὁ Ἰησοῦς,⸌ Ἀκολούθει μοι.Verse 44Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.Verse 45Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν*⸋τὸν⸌ υἱὸν*⸋2τοῦ⸌ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.Verse 46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ*⸆ Φίλιππος, Ἔρχου καὶ ἴδε.Verse 47Εἶδεν*⸋ὁ⸌ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.Verse 48Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη*⸆ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.Verse 49Ἀπεκρίθη*⸂Ναθαναήλ καὶ λέγει αὐτῷ,⸃ Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ*⸂2εἶ ὁ βασιλεὺς⸃ τοῦ Ἰσραήλ.Verse 50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι,*⸆ Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει.Verse 51Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν,*⸋ἀπ᾽ ἄρτι⸌ ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?