James 4 — SRG
4Verse 1*⸂Πόθεν πόλεμοι καὶ μάχαι⸃ ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;Verse 2Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε*⸆ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·Verse 3αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.Verse 4*⸋Μοιχοὶ καὶ⸌ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς*⸂ἂν⸃ οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.Verse 5Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν.Verse 6Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.Verse 7Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε*⸋δὲ⸌ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν.Verse 8Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.Verse 9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν.Verse 10Ταπεινώθητε ἐνώπιον*⸋τοῦ⸌ κυρίου, καὶ ὑψώσει ὑμᾶς.Verse 11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ*⸆ καταλαλῶν ἀδελφοῦ,*⸂καὶ⸃ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής.Verse 12Εἷς ἐστὶν*⸋ὁ⸌ νομοθέτης,*⸆ ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ*⸋2δὲ⸌ τίς εἶ*⸂ὃς κρίνεις⸃ τὸν*⸂2ἕτερον;⸃Verse 13Ἄγε νῦν οἱ λέγοντες, Σήμερον*⸂καὶ⸃ αὔριον*⸂2πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν*⸋ἕνα,⸌ καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν·⸃Verse 14οἵτινες οὐκ ἐπίστασθε*⸋τὸ⸌ τῆς αὔριον. Ποία*⸋2γὰρ⸌ ἡ ζωὴ*⸂ὑμῶν;⸃ Ἀτμὶς γὰρ*⸂2ἔσται⸃*⸋3ἡ⸌ πρὸς ὀλίγον φαινομένη, ἔπειτα*⸋4δὲ⸌*⸋5καὶ⸌ ἀφανιζομένη.Verse 15Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος*⸂θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν⸃ τοῦτο ἢ ἐκεῖνο.Verse 16Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.Verse 17Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.