Tools
Commentary

James 2 — SRG

See Hebrew/Greek in BSB →

2Verse 1Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῆς δόξης.Verse 2Ἐὰν γὰρ εἰσέλθῃ εἰς*⸋τὴν⸌ συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,Verse 3*⸂καὶ ἐπιβλέψητε⸃ ἐπὶ τὸν φοροῦντα*⸂2τὴν ἐσθῆτα τὴν λαμπράν,⸃ καὶ εἴπητε*⸋αὐτῷ,⸌ Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ*⸂3στῆθι ἐκεῖ, ἢ κάθου ὧδε⸃ ὑπὸ τὸ ὑποπόδιόν μου·Verse 4*⸋καὶ⸌ οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;Verse 5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς*⸂τοῦ κόσμου⸃ πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;Verse 6Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;Verse 7Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;Verse 8Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·Verse 9εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.Verse 10Ὅστις γὰρ ὅλον τὸν νόμον*⸂τηρήσει, πταίσει⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.Verse 11Ὁ γὰρ εἰπών,*⸂Μὴ μοιχεύσεις, εἶπεν καί, Μὴ φονεύσεις·⸃ εἰ δὲ οὐ*⸂2μοιχεύσεις, φονεύσεις⸃ δέ, γέγονας παραβάτης νόμου.Verse 12Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.Verse 13Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος·*⸆ κατακαυχᾶται ἔλεον κρίσεως.Verse 14Τί*⸋τὸ⸌ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ*⸂ἔχῃ;⸃ Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;Verse 15Ἐὰν*⸋δὲ⸌ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι*⸂ὦσιν⸃ τῆς ἐφημέρου τροφῆς,Verse 16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί*⸋τὸ⸌ ὄφελος;Verse 17Οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ*⸉ἔργα ἔχῃ,⸊ νεκρά ἐστιν καθ᾽ ἑαυτήν.Verse 18Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω.*⸂Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.⸃Verse 19Σὺ πιστεύεις ὅτι*⸂ὁ θεὸς εἷς ἐστίν·⸃ καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν, καὶ φρίσσουσιν.Verse 20Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων*⸂νεκρά⸃ ἐστιν;Verse 21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;Verse 22Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;Verse 23Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη.Verse 24Ὁρᾶτε*⸋τοίνυν⸌ ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον.Verse 25Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;Verse 26Ὥσπερ*⸋γὰρ⸌*⸂τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων⸃ νεκρά ἐστιν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?