Galatians 5 — SRG
5Verse 1Τῇ ἐλευθερίᾳ*⸂οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε,⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.Verse 2Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.Verse 3Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.Verse 4Κατηργήθητε ἀπὸ*⸋τοῦ⸌ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε.Verse 5Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.Verse 6Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.Verse 7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς*⸂ἐνέκοψεν⸃*⸋τῇ⸌ ἀληθείᾳ μὴ πείθεσθαι;Verse 8Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.Verse 9Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.Verse 10Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις*⸂ἂν⸃ ᾖ.Verse 11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.Verse 12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.Verse 13Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.Verse 14Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ*⸂πληροῦται,⸃ ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς*⸂2ἑαυτόν.⸃Verse 15Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.Verse 16Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.Verse 17Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα*⸂δὲ⸃*⸉ἀντίκειται ἀλλήλοις,⸊ ἵνα μὴ ἃ*⸂2ἂν⸃ θέλητε, ταῦτα ποιῆτε.Verse 18Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.Verse 19Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν*⸋μοιχεία,⸌ πορνεία, ἀκαθαρσία, ἀσέλγεια,Verse 20εἰδωλολατρεία, φαρμακεία, ἔχθραι,*⸂ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,Verse 21φθόνοι,*⸋φόνοι,⸌ μέθαι, κῶμοι,⸃ καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς*⸋2καὶ⸌ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.Verse 22Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,Verse 23πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.Verse 24Οἱ δὲ*⸂τοῦ χριστοῦ,⸃ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.Verse 25Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.Verse 26Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.