Tools
Commentary

Ephesians 3 — SRG

See Hebrew/Greek in BSB →

3Verse 1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,Verse 2εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,Verse 3*⸋ὅτι⸌ κατὰ ἀποκάλυψιν*⸂ἐγνώρισέν⸃ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,Verse 4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ·Verse 5*⸆ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι·Verse 6εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας*⸋αὐτοῦ⸌ ἐν*⸂τῷ χριστῷ,⸃ διὰ τοῦ εὐαγγελίου,Verse 7οὗ*⸂ἐγενόμην⸃ διάκονος κατὰ*⸂2τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν δοθεῖσάν⸃ μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.Verse 8Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων*⸆ ἁγίων ἐδόθη ἡ χάρις αὕτη,*⸋ἐν⸌ τοῖς ἔθνεσιν εὐαγγελίσασθαι*⸂τὸν ἀνεξιχνίαστον πλοῦτον⸃ τοῦ χριστοῦ,Verse 9καὶ φωτίσαι*⸋πάντας⸌ τίς ἡ*⸂οἰκονομία⸃ τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι*⸋2διὰ Ἰησοῦ χριστοῦ,⸌Verse 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ,Verse 11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν*⸂χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν·⸃Verse 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ*⸋τὴν⸌ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.Verse 13Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.Verse 14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα*⸋τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,⸌Verse 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,Verse 16ἵνα δῴη ὑμῖν, κατὰ*⸂τὸν πλοῦτον⸃ τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,Verse 17κατοικῆσαι τὸν χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν·Verse 18ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ*⸉βάθος καὶ ὕψος,⸊Verse 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.Verse 20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,Verse 21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ*⸆ ἐν χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?