Acts 9 — SRG
9Verse 1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,Verse 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.Verse 3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ·*⸂καὶ ἐξαίφνης⸃*⸉περιήστραψεν αὐτὸν⸊ φῶς*⸂2ἀπὸ⸃ τοῦ οὐρανοῦ·Verse 4καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις;Verse 5Εἶπεν δέ, Τίς εἶ, κύριε;*⸂Ὁ δὲ κύριος εἶπεν,⸃ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·*⸆Verse 6*⸂ἀλλὰ⸃ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι*⸂2τί⸃ σε δεῖ ποιεῖν.Verse 7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.Verse 8Ἠγέρθη δὲ*⸋ὁ⸌ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων*⸂τε⸃ τῶν ὀφθαλμῶν αὐτοῦ,*⸂2οὐδένα⸃ ἔβλεπεν, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.Verse 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.Verse 10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν*⸉ὁ κύριος ἐν ὁράματι,⸊ Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε.Verse 11Ὁ δὲ κύριος πρὸς αὐτόν,*⸂Ἀναστὰς⸃ πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,Verse 12καὶ εἶδεν*⸉ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν⸊ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ*⸂χεῖρα,⸃ ὅπως ἀναβλέψῃ.Verse 13Ἀπεκρίθη δὲ*⸆ Ἀνανίας, Κύριε,*⸂ἀκήκοα⸃ ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ*⸉ἐποίησεν τοῖς ἁγίοις σου⸊ ἐν Ἱερουσαλήμ·Verse 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.Verse 15Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς*⸉μοι ἐστὶν⸊ οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον*⸂ἐθνῶν καὶ βασιλέων, υἱῶν τε⸃ Ἰσραήλ·Verse 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.Verse 17Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν, Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με,*⸆ ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.Verse 18Καὶ εὐθέως ἀπέπεσον*⸉ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ⸊*⸂ὡσεὶ⸃ λεπίδες, ἀνέβλεψέν τε*⸆ καὶ ἀναστὰς ἐβαπτίσθη,Verse 19καὶ λαβὼν τροφὴν*⸂ἐνίσχυσεν.⸃ Ἐγένετο δὲ*⸋ὁ Σαῦλος⸌ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.Verse 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν*⸂τὸν χριστόν,⸃ ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.Verse 21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας*⸂ἐν⸃ Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο*⸂2ἐλήλυθεν⸃ ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;Verse 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν*⸋τοὺς⸌ Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.Verse 23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·Verse 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν.*⸂Παρετήρουν⸃*⸂2τε⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσιν·Verse 25λαβόντες δὲ*⸋αὐτὸν⸌ οἱ μαθηταὶ*⸆ νυκτός,*⸂καθῆκαν διὰ τοῦ τείχους,⸃ χαλάσαντες ἐν σπυρίδι.Verse 26Παραγενόμενος δὲ*⸋ὁ Σαῦλος⸌*⸂ἐν⸃ Ἱερουσαλήμ,*⸂2ἐπειρᾶτο⸃ κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.Verse 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι*⸂τοῦ Ἰησοῦ.⸃Verse 28Καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος*⸆*⸂εἰς⸃ Ἱερουσαλήμ,*⸋καὶ⸌ παρρησιαζόμενος ἐν τῷ ὀνόματι*⸂2τοῦ κυρίου Ἰησοῦ,⸃Verse 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν*⸉αὐτὸν ἀνελεῖν.⸊Verse 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν*⸋αὐτὸν⸌ εἰς Ταρσόν.Verse 31*⸂Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.⸃Verse 32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.Verse 33Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα*⸉Αἰνέαν ὀνόματι,⸊ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ*⸂κραββάτῳ,⸃ ὃς ἦν παραλελυμένος.Verse 34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε*⸂Ἰησοῦς ὁ χριστός·⸃ ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.Verse 35Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.Verse 36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης*⸉ἀγαθῶν ἔργων⸊ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.Verse 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ*⸂αὐτὴν ἔθηκαν⸃ ἐν*⸆ ὑπερῴῳ.Verse 38Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν*⸆ πρὸς αὐτόν, παρακαλοῦντες μὴ*⸂ὀκνῆσαι⸃ διελθεῖν ἕως*⸂2αὐτῶν.⸃Verse 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς.Verse 40Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος*⸆ θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπεν, Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν.Verse 41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.Verse 42Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης*⸋τῆς⸌ Ἰόππης, καὶ*⸉πολλοὶ ἐπίστευσαν⸊ ἐπὶ τὸν κύριον.Verse 43Ἐγένετο δὲ*⸂ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν⸃ ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.