Tools
Commentary

Acts 4 — SRG

See Hebrew/Greek in BSB →

4Verse 1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ*⸂ἱερεῖς⸃ καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,Verse 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ*⸂τὴν ἀνάστασιν τῶν νεκρῶν.⸃Verse 3Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.Verse 4Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη*⸋ὁ⸌ ἀριθμὸς τῶν ἀνδρῶν*⸂ὡσεὶ⸃ χιλιάδες πέντε.Verse 5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν*⸂τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς⸃*⸂2εἰς⸃ Ἱερουσαλήμ,Verse 6καὶ*⸂Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον,⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.Verse 7Καὶ στήσαντες αὐτοὺς ἐν*⸆ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;Verse 8Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι*⸋τοῦ Ἰσραήλ,⸌Verse 9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται·Verse 10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.Verse 11Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν*⸂οἰκοδομούντων,⸃ ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.Verse 12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία·*⸂οὔτε⸃ γὰρ ὄνομά*⸉ἐστιν ἕτερον⸊*⸆ τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.Verse 13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.Verse 14Τὸν*⸂δὲ⸃ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα*⸋τὸν⸌ τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.Verse 15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν,*⸂συνέβαλλον⸃ πρὸς ἀλλήλους,Verse 16λέγοντες, Τί*⸂ποιήσομεν⸃ τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα*⸂2ἀρνήσασθαι.⸃Verse 17Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν,*⸋ἀπειλῇ⸌*⸂ἀπειλησώμεθα⸃ αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ*⸂2ἀνθρώπων.⸃Verse 18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν*⸋αὐτοῖς⸌*⸋2τὸ⸌ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.Verse 19Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες*⸉πρὸς αὐτοὺς εἶπον,⸊ Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε.Verse 20Οὐ δυνάμεθα γὰρ ἡμεῖς,*⸂ἃ εἴδομεν καὶ ἠκούσαμεν,⸃ μὴ λαλεῖν.Verse 21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς*⸂κολάσονται⸃ αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι.Verse 22Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.Verse 23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ*⸂ἀπήγγειλαν⸃ ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.Verse 24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεόν, καὶ εἶπον, Δέσποτα, σὺ*⸋ὁ θεὸς⸌ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·Verse 25**⸂διὰ στόματος⸃ Δαυὶδ*⸆2 παιδός σου εἰπών, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;Verse 26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ·Verse 27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας*⸆ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,Verse 28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή*⸋σου⸌ προώρισεν γενέσθαι.Verse 29Καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,Verse 30ἐν τῷ τὴν χεῖρά*⸋σου⸌ ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.Verse 31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες**⸉πνεύματος ἁγίου,⸊ καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.Verse 32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν*⸂ἡ καρδία καὶ ἡ ψυχὴ μία·⸃ καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων*⸂2αὐτῶν⸃ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς*⸂3ἅπαντα⸃ κοινά.Verse 33Καὶ*⸉μεγάλῃ δυνάμει⸊ ἀπεδίδουν*⸉2τὸ μαρτύριον οἱ ἀπόστολοι⸊*⸉3τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ,⸊ χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.Verse 34Οὐδὲ γὰρ ἐνδεής τις*⸂ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον,⸃ πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων,Verse 35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.Verse 36Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας*⸂ἀπὸ⸃ τῶν ἀποστόλων—ὅ ἐστιν, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—Λευΐτης, Κύπριος τῷ γένει,Verse 37ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα, καὶ ἔθηκεν*⸂παρὰ⸃ τοὺς πόδας τῶν ἀποστόλων.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?