2 Timothy 4 — SRG
4Verse 1Διαμαρτύρομαι*⸋οὖν⸌*⸋2ἐγὼ⸌ ἐνώπιον τοῦ θεοῦ, καὶ*⸂τοῦ κυρίου Ἰησοῦ χριστοῦ,⸃ τοῦ μέλλοντος κρίνειν*⸂2ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,⸃Verse 2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.Verse 3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ*⸂τὰς ἐπιθυμίας τὰς ἰδίας⸃ ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν·Verse 4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.Verse 5Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.Verse 6Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς*⸂ἐμῆς ἀναλύσεως⸃ ἐφέστηκεν.Verse 7*⸂Τὸν ἀγῶνα τὸν καλὸν⸃ ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·Verse 8λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.Verse 9Σπούδασον ἐλθεῖν πρός με ταχέως·Verse 10Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν.Verse 11Λουκᾶς ἐστὶν μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.Verse 12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.Verse 13Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.Verse 14Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο·*⸂ἀποδῴη⸃ αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·Verse 15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ*⸂ἀνθέστηκεν⸃ τοῖς ἡμετέροις λόγοις.Verse 16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι*⸂συμπαρεγένετο,⸃ ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.Verse 17Ὁ δὲ κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ*⸂ἀκούσῃ⸃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.Verse 18*⸋Καὶ⸌ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Verse 19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.Verse 20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.Verse 21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.Verse 22*⸂Ὁ κύριος Ἰησοῦς χριστὸς⸃ μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾽ ὑμῶν.*⸋Ἀμήν.⸌