2 Corinthians 13 — SRG
13Verse 1Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.Verse 2Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν*⸋γράφω⸌ τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι·Verse 3ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν·Verse 4καὶ γὰρ*⸋εἰ⸌ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ*⸂ζησόμεθα⸃ σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.Verse 5Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι*⸉Ἰησοῦς χριστὸς⸊ ἐν ὑμῖν*⸋ἐστίν;⸌ Εἰ μή τι ἀδόκιμοί ἐστε.Verse 6Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.Verse 7*⸂Εὔχομαι⸃ δὲ πρὸς τὸν θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.Verse 8Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας.Verse 9Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο*⸋δὲ⸌ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.Verse 10Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν*⸉ἔδωκέν μοι ὁ κύριος⸊ εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.Verse 11Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ θεὸς*⸂τῆς ἀγάπης καὶ εἰρήνης⸃ ἔσται μεθ᾽ ὑμῶν.Verse 12Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.Verse 13Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.Verse 14Ἡ χάρις*⸂τοῦ κυρίου Ἰησοῦ χριστοῦ,⸃ καὶ ἡ ἀγάπη τοῦ θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν.*⸋Ἀμήν.⸌