1 Corinthians 14 — SRG
14Verse 1Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.Verse 2Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ*⸋τῷ⸌ θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια.Verse 3Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.Verse 4Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.Verse 5Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων*⸂γὰρ⸃ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ*⸂2διερμηνεύει,⸃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.Verse 6*⸂Νυνὶ⸃ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει,*⸂2ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;⸃Verse 7Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ*⸂διδῶ,⸃ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;Verse 8Καὶ γὰρ ἐὰν ἄδηλον*⸉φωνὴν σάλπιγξ⸊ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;Verse 9Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.Verse 10Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν*⸂ἐστὶν⸃ ἐν κόσμῳ καὶ οὐδὲν*⸋αὐτῶν⸌ ἄφωνον.Verse 11Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.Verse 12Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.Verse 13*⸂Διόπερ⸃ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.Verse 14Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.Verse 15Τί οὖν ἐστίν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.Verse 16Ἐπεὶ ἐὰν*⸂εὐλογήσῃς⸃*⸆*⸋τῷ⸌ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;Verse 17Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.Verse 18Εὐχαριστῶ τῷ θεῷ*⸋μου,⸌ πάντων ὑμῶν μᾶλλον*⸂γλώσσαις⸃*⸂2λαλῶν·⸃Verse 19ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους*⸂διὰ τοῦ νοός⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.Verse 20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.Verse 21Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν*⸂ἑτέροις⸃ λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.Verse 22Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.Verse 23Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες*⸉γλώσσαις λαλῶσιν,⸊ εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;Verse 24Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,Verse 25*⸋καὶ οὕτως⸌ τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι*⸉Ὁ θεὸς ὄντως⸊ ἐν ὑμῖν ἐστιν.Verse 26Τί οὖν ἐστίν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος*⸋ὑμῶν⸌ ψαλμὸν ἔχει, διδαχὴν ἔχει,*⸉γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει,⸊ ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν*⸂γινέσθω.⸃Verse 27Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·Verse 28ἐὰν δὲ μὴ ᾖ*⸂διερμηνευτής,⸃ σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.Verse 29Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.Verse 30Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.Verse 31Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, καὶ πάντες παρακαλῶνται·Verse 32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται.Verse 33Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.Verse 34Αἱ γυναῖκες*⸋ὑμῶν⸌ ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ*⸂ἐπιτέτραπται⸃ αὐταῖς λαλεῖν, ἀλλ᾽*⸂2ὑποτάσσεσθαι,⸃ καθὼς καὶ ὁ νόμος λέγει.Verse 35Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν*⸂γυναιξὶν⸃*⸉ἐν ἐκκλησίᾳ λαλεῖν.⸊Verse 36Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;Verse 37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι*⸆ κυρίου*⸂εἰσὶν ἐντολαί.⸃Verse 38Εἰ δέ τις ἀγνοεῖ,*⸂ἀγνοείτω.⸃Verse 39Ὥστε, ἀδελφοί,*⸆ ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν*⸉γλώσσαις μὴ κωλύετε·⸊Verse 40πάντα*⸆ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.