Tools
Commentary

Matthew 19 — SBL

See Hebrew/Greek in BSB →

19Verse 1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.Verse 2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.Verse 3Καὶ προσῆλθον ⸀αὐτῷ+Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ ⸀λέγοντες+Εἰ ἔξεστιν ⸀ἀνθρώπῳ+ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;Verse 4ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν+Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσας+ἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺςVerse 5καὶ εἶπεν· ⸀Ἕνεκα+τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεται+τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;Verse 6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.Verse 7λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν+Verse 8λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.Verse 9λέγω δὲ ὑμῖν ⸀ὅτι+ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ⸂καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται+.Verse 10Λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί+Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.Verse 11ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον ⸀τοῦτον+ἀλλʼ οἷς δέδοται.Verse 12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.Verse 13Τότε ⸀προσηνέχθησαν+αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.Verse 14ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.Verse 15καὶ ἐπιθεὶς ⸂τὰς χεῖρας αὐτοῖς+ἐπορεύθη ἐκεῖθεν.Verse 16Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν+· ⸀Διδάσκαλε+τί ἀγαθὸν ποιήσω ἵνα ⸀σχῶ+ζωὴν αἰώνιον;Verse 17ὁ δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός+· εἰ δὲ θέλεις ⸂εἰς τὴν ζωὴν εἰσελθεῖν+, ⸀τήρησον+τὰς ἐντολάς.Verse 18λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς ⸀εἶπεν+Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,Verse 19Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.Verse 20λέγει αὐτῷ ὁ νεανίσκος· ⸂Πάντα ταῦτα+⸀ἐφύλαξα+τί ἔτι ὑστερῶ;Verse 21ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸς+πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς+καὶ δεῦρο ἀκολούθει μοι.Verse 22ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγον+ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.Verse 23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως+εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·Verse 24πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματος+ῥαφίδος ⸀εἰσελθεῖν+ἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ+.Verse 25ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶ+ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;Verse 26ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.Verse 27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;Verse 28ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθε+καὶ ⸀ὑμεῖς+ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.Verse 29καὶ πᾶς ⸀ὅστις+ἀφῆκεν ⸂οἰκίας ἢ+ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ ⸂γυναῖκα ἢ+τέκνα ἢ ⸀ἀγροὺς+ἕνεκεν τοῦ ⸂ὀνόματός μου+, ⸀ἑκατονταπλασίονα+λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.Verse 30πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?