2 Corinthians 11 — SBL
11Verse 1Ὄφελον ἀνείχεσθέ μου μικρόν ⸀τι+⸀ἀφροσύνης+ἀλλὰ καὶ ἀνέχεσθέ μου.Verse 2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·Verse 3φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ⸂ἐξηπάτησεν Εὕαν+ἐν τῇ πανουργίᾳ αὐτοῦ, ⸀φθαρῇ+τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος ⸂καὶ τῆς ἁγνότητος+τῆς εἰς τὸν Χριστόν.Verse 4εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ⸀ἀνέχεσθε+Verse 5λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·Verse 6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει, ἀλλʼ ἐν παντὶ ⸀φανερώσαντες+ἐν πᾶσιν εἰς ὑμᾶς.Verse 7Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;Verse 8ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,Verse 9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ⸂ἐμαυτὸν ὑμῖν+ἐτήρησα καὶ τηρήσω.Verse 10ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας.Verse 11διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ θεὸς οἶδεν.Verse 12Ὃ δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.Verse 13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ·Verse 14καὶ οὐ ⸀θαῦμα+αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός·Verse 15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.Verse 16Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι— εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι·Verse 17ὃ λαλῶ οὐ ⸂κατὰ κύριον λαλῶ+, ἀλλʼ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.Verse 18ἐπεὶ πολλοὶ καυχῶνται ⸀κατὰ+σάρκα, κἀγὼ καυχήσομαι.Verse 19ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·Verse 20ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ⸂εἰς πρόσωπον ὑμᾶς+δέρει.Verse 21κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ⸀ἠσθενήκαμεν+ἐν ᾧ δʼ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.Verse 22Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ.Verse 23διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν ⸂φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως+, ἐν θανάτοις πολλάκις·Verse 24ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,Verse 25τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·Verse 26ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,Verse 27⸀κόπῳ+καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·Verse 28χωρὶς τῶν παρεκτὸς ἡ ⸀ἐπίστασίς+⸀μοι+ἡ καθʼ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.Verse 29τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;Verse 30Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.Verse 31ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ⸀Ἰησοῦ+οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.Verse 32ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ⸂πόλιν Δαμασκηνῶν+πιάσαι ⸀με+Verse 33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.